- 텍스트

Plutarch, De tranquilitate animi, section 15

(플루타르코스, De tranquilitate animi, section 15)

καὶ τοῦτ οὖν τὴν εὐθυμίαν ἐπιταράσσει κἀκεῖνο μᾶλλον, ὅταν, ὥσπερ αἱ μυῖαι τῶν λείων τόπων ἐν τοῖς κατόπτροις ἀπολισθάνουσι ταῖς δὲ τραχύτησι προσέχονται:? "κανθαρώλεθρον," ἐκβῆναι μὴ δυναμένους ἀλλ ἐκεῖ στρεφομένους καὶ κυκλοῦντας ἐναποθνῄσκειν, οὕτως εἰς τὴν τῶν κακῶν μνήμην ὑπορρυέντες ἀνενεγκεῖν μὴ θέλωσι μηδ ἀναπνεῦσαι.

δεῖ δ ὥσπερ ἐν πινακίῳ χρωμάτων ἐν τῇ ψυχῇ τῶν πραγμάτων τὰ φαιδρὰ καὶ λαμπρὰ προβάλλοντας, ἀποκρύπτειν τὰ σκυθρωπὰ καὶ πιέζειν:

ἐξαλεῖψαι γὰρ οὐκ ἔστι παντάπασιν οὐδ ἀπαλλαγῆναι.

"παλίντονος γὰρ ἁρμονίη κόσμου, ὅκωσπερ λύρης καὶ τόξου: καὶ τῶν ἀνθρωπίνων καθαρὸν οὐδὲν οὐδ ἀμιγές.

ἀλλ ὥσπερ ἐν μουσικῇ βαρεῖς φθόγγοι καὶ ὀξεῖς ἐν δὲ γραμματικῇ φωνήεντα καὶ ἄφωνα γράμματα, μουσικὸς δὲ καὶ γραμματικὸς οὐχ ὁ θάτερα δυσχεραίνων καὶ ὑποφεύγων ἀλλ ὁ πᾶσι χρῆσθαι καὶ μιγνύναι πρὸς τὸ οἰκεῖον ἐπιστάμενος: οὕτω καὶ τῶν πραγμάτων ἀντιστοιχίας ἐχόντων ἐπεὶ κατὰ τὸν Εὐριπίδην:

ἐμμελὲς τὸ τοῦ βίου μῖγμα ποιεῖν καὶ οἰκεῖον αὑτοῖς.

οὐ γάρ, ὡς ὁ Μένανδρός φησιν, ἅπαντι δαίμων ἀνδρὶ συμπαραστατεῖ εὐθὺς γενομένῳ, μυσταγωγὸς τοῦ βίου ἀγαθός, ἀλλὰ μᾶλλον, ὡς Ἐμπεδοκλῆς, διτταί τινες ἕκαστον ἡμῶν γιγνόμενον παραλαμβάνουσι καὶ κατάρχονται μοῖραι καὶ δαίμονες: νημερτής τ ἐρόεσσα μελάγκαρπός τ Ἀσάφεια.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION