- 텍스트

Plutarch, De sera numinis vindicta, section 22

(플루타르코스, De sera numinis vindicta, section 22)

γενομένου καθ ἡμᾶς ἐνταῦθα Πρωτογένους οἰκεῖος καὶ φίλος, ἐν πολλῇ βιώσας ἀκολασίᾳ τὸν πρῶτον χρόνον, εἶτα ταχὺ τὴν οὐσίαν ἀπολέσας, ἤδη χρόνον τινὰ καὶ διὰ τὴν ἀνάγκην ἐγένετο πονηρός, καὶ τὸν πλοῦτον ἐκ μετανοίας διώκων ταὐτὸ τοῖς ἀκολάστοις ἔπασχε πάθος, οἳ τὰς γυναῖκας ἔχοντες μὲν οὐ φυλάττουσι, προέμενοι δὲ πειρῶσιν αὖθις ἀδίκως ἑτέροις συνούσας.? οὐδενὸς οὖν ἀπεχόμενος αἰσχροῦ φέροντος εἰς ἀπόλαυσιν ἢ κέρδος, οὐσίαν μὲν οὐ πολλὴν δόξαν δὲ πονηρίας ἐν ὀλίγῳ πλείστην συνήγαγε.

μάλιστα δ αὐτὸν διέβαλεν ἀνενεχθεῖσά τις ἐξ Ἀμφιλόχου μαντεία:

πέμψας γὰρ ὡς ἐοίκεν ἠρώτα τὸν θεόν, εἰ βέλτιον βιώσεται τὸν ἐπίλοιπον βίον: ὁ δ ἀνεῖλεν, ὅτι πράξει βέλτιον, ὅταν ἀποθάνῃ. καὶ δὴ τρόπον τινὰ τοῦτο μετ οὐ πολὺν χρόνον αὐτῷ συνέπεσε. κατενεχθεὶς γὰρ ἐξ ὕψους τινὸς εἰς τράχηλον, οὐ γενομένου τραύματος ἀλλὰ πληγῆς μόνον ἐξέθανε, καὶ τριταῖος ἤδη περὶ τὰς ταφὰς αὐτὰς ἀνήνεγκε.

ταχὺ δὲ ῥωσθεὶς· καὶ παρ αὑτῷ γενόμενος, ἄπιστόν τινα τοῦ βίου τὴν μεταβολὴν ἐποίησεν: οὔτε γὰρ δικαιότερον περὶ τὰ συμβόλαια γιγνώσκουσιν ἕτερον Κίλικες ἐν τοῖς τότε χρόνοις γενόμενον, οὔτε πρὸς τὸ θεῖον ὁσιώτερον οὔτε λυπηρότερον ἐχθροῖς ἢ βεβαιότερον φίλοις:

ὥστε καὶ ποθεῖν τοὺς ἐντυγχάνοντας αὐτῷ τὴν αἰτίαν ἀκοῦσαι τῆς διαφορᾶς, οὐκ ἀπὸ τοῦ τυχόντος οἰομένους γεγονέναι διακόσμησιν εἰς ἦθος τοσαύτην, ὅπερ ἦν ἀληθές, ὡς αὐτὸς διηγεῖτο τῷ τε Πρωτογένει καὶ τοῖς ὁμοίως ἐπιεικέσι τῶν φίλων.

ἐπεὶ γὰρ ἐξέπεσε τὸ φρονοῦν, τοῦ σώματος, οἱο῀ν ἄν τις ἐκ πλοίου κυβερνήτης εἰς βυθὸν ἀπορριφεὶς πάθοι τὸ πρῶτον, οὕτως ὑπὸ τῆς μεταβολῆς ἔσχεν:

ὥσπερ ἑνὸς ὄμματος ἀνοιχθείσης τῆς ψυχῆς.

ἑώρα δὲ τῶν πρότερον οὐδὲν ἀλλ ἢ τὰ ἄστρα παμμεγέθη καὶ ἀπέχοντα πλῆθος ἀλλήλων ἄπλετον, αὐγήν τε τῇ: χρόᾳ θαυμαστὴν ἀφιέντα καὶ τόνον ἔχουσαν:

ὥστε τὴν ψυχὴν ἐποχουμένην λείως οἱο῀ν ὥσπερ ἐν γαλήνῃ τῷ φωτὶ ῥᾳδίως πάντῃ καὶ ταχὺ διαφέρεσθαι. τὰ δὲ πλεῖστα τῶν θεαμάτων παραλιπὼν ἔφη τὰς ψυχὰς τῶν τελευτώντων κάτωθεν ἀνιούσας πομφόλυγα φλογοειδῆ ποιεῖν ἐξισταμένου τοῦ ἀέρος, εἶτα ῥηγνυμένης ἀτρέμα τῆς πομφόλυγος· ἐκβαίνειν τύπον ἐχούσας ἀνθρωποειδῆ τὸν δ ὄγκον εὐσταλεῖς, κινουμένας δ οὐχ ὁμοίως, ἀλλὰ τὰς μὲν ἐκπηδᾶν ἐλαφρότητι θαυμαστῇ καὶ διᾴττειν ἐπ εὐθείας ἄνω, τὰς δ ὥσπερ οἱ ἄτρακτοι περιστρεφομένας ἅμα κύκλῳ:

καὶ τοτὲ μὲν κάτω τοτὲ δ ἄνω ῥεπούσας μικτήν τινα φέρεσθαι καὶ τεταραγμένην κίνησιν καὶ πολλῷ πάνυ χρόνῳ καὶ μόλις ἀποκαθισταμένην.

τὰς μὲν οὖν πολλὰς ἠγνόει τίνες εἰσί: δύο δ ἢ τρεῖς ἰδὼν γνωρίμους ἐπειρᾶτο προσμῖξαι καὶ προσειπεῖν: οὔτ ἤκουον οὔτ ἦσαν παρ ἑαυταῖς, ἀλλ ἔκφρονες καὶ διεπτοημέναι , πᾶσαν ὄψιν ἀποφεύγουσαι καὶ ψαῦσιν , ἐρρέμβοντο πρῶτον αὐταὶ καθ ἑαυτάς, εἶτα πολλαῖς ὁμοίως διακειμέναις ἐντυγχάνουσαι καὶ περιπλεκόμεναι φοράς τε πάσας πρὸς οὐδὲν ἀκρίτως ἐφέροντο καὶ φωνὰς ἱέσαν ἀσήμους, οἱο῀ν ἀλαλαγμοὺς θρήνῳ καὶ φόβῳ μεμιγμένας.

ἄλλαι δ ἄνωθεν ἐν ἄκρῳ τοῦ περιέχοντος ὀφθῆναί τε φαιδραὶ καὶ πρὸς ἀλλήλας ὑπ εὐμενείας θαμὰ πελάζουσαι τὰς δὲ θορυβώδεις ἐκείνας ἐκτρεπόμεναι, διεσήμαινον ὡς ἐοίκε συστολῇ μὲν εἰς ἑαυτὰς τὸ δυσχεραῖνον, ἐκπετάσει δὲ καὶ διαχύσει τὸ χαῖρον καὶ προσιέμενον.

ἐνταῦθα μίαν ἔφη συγγενοῦς τινος ἰδεῖν, οὐ μέντοι σαφῶς:

ἀποθανεῖν γάρ, ἔτι παιδὸς ὄντος: "χαῖρε, Θεσπέσιε. θαυμάσαντος δ αὐτοῦ καὶ φήσαντος, ὡς οὐ Θεσπέσιος ἀλλ Ἀριδαῖός ἐστι: "τὸ δ ἀπὸ τοῦδε Θεσπέσιος.

"οὐδὲ γάρ τοι τέθνηκας, ἀλλὰ μοίρᾳ τινὶ θεῶν ἥκεις δεῦρο τῷ φρονοῦντι: "τὴν δ ἄλλην ψυχὴν ὥσπερ ἀγκύριον ἐν τῷ σώματι καταλέλοιπας: ταῦτ ἀκούσας ὁ Θεσπέσιος ἤδη τε μᾶλλον ἑαυτὸν τῷ λογίζεσθαι συνήγαγε, καὶ διαβλέψας εἶδεν ἑαυτῷ μέν τινα συναιωρουμένην ἀμυδρὰν καὶ σκιώδη γραμμήν, ἐκείνους δὲ περιλαμπομένους κύκλῳ καὶ διαφανεῖς ὄντας, οὐ μὴν ὁμοίως ἅπαντας:

ἀλλὰ τοὺς μέν, ὥσπερ ἡ καθαρωτάτη πανσέληνος, ἓν χρῶμα λεῖον καὶ συνεχὲς καὶ ὁμαλὲς ἱέντας:

ἑτέρων δὲ φολίδας τινὰς διατρεχούσας ἢ μώλωπας ἀραιούς: ἄλλους δὲ κομιδῇ ποικίλους καὶ ἀτόπους τὴν ὄψιν, ὥσπερ οἱ ἔχεις μελάσμασι κατεστιγμένους: ἄλλους δέ τινας ἀμβλείας ἀμυχὰς ἔχοντας.

ἔλεγεν οὖν ἕκαστα φράζων ὁ τοῦ Θεσπεσίου συγγενὴς οὐδὲν γὰρ οὕτω κωλύει τὰς ψυχὰς ὀνόματι τῶν ἀνθρώπων προσαγορεύειν ὡς Ἀδράστεια μέν, Ἀνάγκης καὶ Διὸς θυγάτηρ, ἐπὶ πᾶσι τιμωρὸς ἀνωτάτω τέτακται τοῖς ἀδικήμασι: καὶ τῶν πονηρῶν οὔτε μέγας οὐδεὶς οὕτως οὔτε μικρὸς γέγονεν, ὥστ ἢ λαθὼν διαφυγεῖν ἢ βιασάμενος ἄλλῃ δ ἄλλη τιμωρία τριῶν οὐσῶν φύλακι καὶ χειρουργῷ προσήκει:

ἐν σώματι καὶ διὰ σωμάτων κολαζομένους μεταχειρίζεται ποινὴ ταχεῖα, πράῳ τινὶ τρόπῳ καὶ παραλείποντι πολλὰ τῶν καθαρμοῦ δεομένων:

ὧν δὲ μεῖζόν ἐστιν ἔργον ἡ περὶ τὴν κακίαν ἰατρεία, τούτους Δίκῃ μετὰ τὴν τελευτὴν ὁ δαίμων παραδίδωσι:

τοὺς δὲ πάμπαν·

καὶ κατέδυσεν εἰς τὸ ἄρρητον καὶ ἀόρατον.

"δικαιώσεων ἡ μὲν ὑπὸ τῆς Ποινῆς·

"ἐν τῷ βίῳ ταῖς βαρβαρικαῖς ἐοίκεν. "ὡς γὰρ ἐν Πέρσαις τῶν κολαζομένων τὰ ἱμάτια καὶ τὰς τιάρας ἀποτίλλουσι καὶ μαστιγοῦσιν, οἱ δὲ παύσασθαι δακρύοντες ἀντιβολοῦσιν: "οὕτως αἱ διὰ χρημάτων καὶ διὰ σωμάτων κολάσεις ἁφὴν οὐκ ἔχουσι δριμεῖαν οὐδ αὐτῆς ἐπιλαμβάνονται τῆς κακίας, ἀλλὰ πρὸς δόξαν αἱ πολλαὶ καὶ πρὸς αἴσθησιν αὐτῶν εἰσιν. "ὃς δ ἂν ἐκεῖθεν ἀκόλαστος ἐνταῦθα καὶ ἀκάθαρτος ἐξίκηται, τοῦτον ἡ Δίκη διαλαβοῦσα τῇ ψυχῇ καταφανῆ γυμνόν, εἰς οὐδὲν ἔχοντα καταδῦναι καὶ ἀποκρύψασθαι καὶ περιστεῖλαι τὴν μοχθηρίαν ἀλλὰ πανταχόθεν καὶ ὑπὸ πάντων καὶ πάντα καθορώμενον, ἔδειξε πρῶτον ἀγαθοῖς γονεῦσιν, ἄνπερ ὦσιν, ἢ προγόνοις αὐτοῦ πρόσπτυστον ὄντα καὶ ἀνάξιον ἐὰν δὲ φαῦλοι, κολαζομένους ἐπιδὼν ἐκείνους καὶ ὀφθεὶς δικαιοῦται πολὺν χρόνον ἐξαιρούμενος ἕκαστον τῶν παθῶν ἀλγηδόσι καὶ πόνοις, οἳ τοσούτῳ μεγέθει καὶ σφοδρότητι τοὺς διὰ σαρκὸς ὑπερβάλλουσιν, ὅσῳ τὸ ὕπαρ ἂν εἰή τοῦ ὀνείρατος ἐναργέστερον. "οὐλαὶ δὲ καὶ μώλωπες ἐπὶ τῶν παθῶν ἑκάστου τοῖς μὲν μᾶλλον ἐμμένουσι τοῖς δ ἧσσον. "τὰ ποικίλα ταῦτα καὶ παντοδαπὰ χρώματα τῶν ψυχῶν:

"τὸ μὲν ὄρφνιον καὶ ῥυπαρόν, ἀνελευθερίας ἀλοιφὴν καὶ πλεονεξίας, τὸ δ αἱματωπὸν καὶ διάπυρον, ὠμότητος καὶ πικρίας ὅπου δὲ τὸ γλαύκινόν ἐστιν, ἐντεῦθεν ἀκρασία τις περὶ ἡδονὰς ἐκτέτριπται μόλις: "κακόνοια δ ἐνοῦσα μετὰ φθόνου τουτὶ τὸ ἰῶδες καὶ ὕπουλον, ὥσπερ αἱ σηπίαι τὸ μέλαν, ἀφίησιν. "ἐκεῖ μὲν γὰρ ἡ κακία τῆς ψυχῆς τρεπομένης ὑπὸ τῶν παθῶν καὶ τρεπούσης τὸ σῶμα τὰς χρόας ἀναδίδωσιν, ἐνταῦθα δὲ καθαρμοῦ καὶ κολάσεως πέρας ἐστί, τούτων ἐκλεανθέντων, παντάπασι τὴν ψυχὴν αὐγοειδῆ καὶ σύγχρουν γενέσθαι. "μέχρι δ οὗ ταῦτ ἔνεστι, γίγνονταί τινες ὑποτροπαὶ τῶν παθῶν σφυγμοὺς ἔχουσαι καὶ πήδησιν, ἐνίαις μὲν ἀμυδρὰν καὶ ταχὺ κατασβεννυμένην ἐνίαις δὲ νεανικῶς ἐντείνουσαν. "ὧν αἱ μὲν πάλιν καὶ πάλιν κολασθεῖσαι τὴν προσήκουσαν ἕξιν καὶ διάθεσιν ἀναλαμβάνουσι, τὰς δ αὖθις εἰς σώματα ζῴων ἐξήνεγκε βιαιότης ἀμαθίας καὶ φιληδονίας ἧλος: "ἡ μὲν γὰρ ἀσθενείᾳ λόγου καὶ δι ἀργίαν τοῦ θεωρεῖν ἔρρεψε τῷ πρακτικῷ πρὸς γένεσιν: "ἡ δ ὀργάνου τῷ ἀκολάστῳ δεομένη ποθεῖ τὰς ἐπιθυμίας συρράψαι ταῖς ἀπολαύσεσι καὶ συνεπαίρεσθαι διὰ σώματος: "ἐνταῦθα γὰρ οὐδὲν ἢ σκιά τις ἀτελὴς καὶ ὄναρ ἡδονῆς πλήρωσιν οὐκ ἐχούσης πάρεστι. ταῦτα δ εἰπὼν ἦγεν αὐτὸν ταχὺ μέν, ἄπλετον δέ τινα τόπον ὡς ἐφαίνετο διεξιόντα ῥᾳδίως καὶ ἀπλανῶς, οἱο῀ν ὑπὸ πτερῶν τῶν τοῦ φωτὸς αὐγῶν ἀναφερόμενον:

μέχρι οἱο῀ν πρὸς τι χάσμα μέγα καὶ κάτω διῆκον ἀφικόμενος ὑπὸ τῆς ὀχούσης ἀπελείφθη δυνάμεως:

καὶ τὰς ἄλλας· ψυχὰς ἑώρα ταὐτὸ πασχούσας ἐκεῖ: συστελλόμεναι γὰρ ὥσπερ αἱ ὄρνιθες καὶ καταφερόμεναι κύκλῳ τὸ χάσμα περιῄεσαν ἄντικρυς δὲ περᾶν οὐκ ἐτόλμων, εἴσω μὲν ὀφθῆναι τοῖς βακχικοῖς ἄντροις ὁμοίως ὕλῃ καὶ χλωρότητι καὶ χλόαις ἀνθέων ἁπάσαις διαπεποικιλμένον: ἐξέπνει δὲ μαλακὴν καὶ πραεῖαν αὔραν ὀσμὰς ἀναφέρουσαν ἡδονῆς τε θαυμασίας καὶ κρᾶσιν, οἱάν ὁ οἶνος τοῖς μεθυσκομένοις, ἐμποιοῦσαν εὐωχούμεναι γὰρ αἱ ψυχαὶ ταῖς εὐωδίαις διεχέοντο τε καὶ πρὸς ἀλλήλας ἐφιλοφρονοῦντο:

καὶ τὸν τόπον ἐν κύκλῳ κατεῖχε βακχεία καὶ γέλως καὶ πᾶσα μοῦσα παιζόντων καὶ τερπομένων.

ἔλεγε δὲ ταύτῃ τὸν Διόνυσον ἀνελθεῖν εἰς θεοὺς καὶ τὴν Σεμέλην ἀναγαγεῖν ὕστερον:

καλεῖσθαι δὲ Λήθης τὸν τόπον.

ψυχῆς.

ἄλλην οὖν τοσαύτην διελθὼν ὁδὸν ἔδοξεν ἀφορᾶν κρατῆρα μέγαν, εἰς δὲ τοῦτον ἐμβάλλοντα ῥεύματα, τὸ μὲν ἀφροῦ θαλάσσης ἢ χιόνων λευκότερον, τὸ δ ὁποῖον ἶρις ἐξανθεῖ τὸ ἁλουργόν, ἄλλα δ ἄλλαις βαφαῖς κεχρωσμένα πρόσωθεν ἴδιον ἐχούσαις φέγγος: ὡς δὲ πλησίον ἦλθον, ὁ κρατὴρ ἐκεῖνος, ἀφανισθέντος μᾶλλον τοῦ περιέχοντος τῶν τε χρωμάτων ἀμαυρουμένων, τὸ ἀνθηρότερον ἀπέλιπε πλὴν τῆς λευκότητος.

ἑώρα δὲ τρεῖς δαίμονας ὁμοῦ καθημένους ἐν σχήματι τριγώνου πρὸς ἀλλήλους τὰ ῥεύματα μέτροις τισὶν ἀνακεραννύντας.

ὁ τοῦ Θεσπεσίου ψυχοπομπὸς ἄχρι τούτου τὸν Ὀρφέα προελθεῖν, ὅτε τὴν ψυχὴν τῆς γυναικὸς μετῄει, καὶ μὴ καλῶς διαμνημονεύσαντα λόγον εἰς ἀνθρώπους κίβδηλον ἐξενεγκεῖν, ὡς κοινὸν εἰή μαντεῖον ἐν Δελφοῖς Ἀπόλλωνος καὶ Νυκτός:

"νυκτὸς ἐστι καὶ Σελήνης μαντεῖον κοινόν, οὐδαμοῦ τῆς γῆς περαῖνον οὐδ ἔχον ἕδραν μίαν, ἀλλὰ πάντῃ πλανητὸν ἐπὶ τοὺς ἀνθρώπους ἐνυπνίοις καὶ εἰδώλοις:

"ἐκ τούτου γὰρ οἱ ὄνειροι μιγνύμενοι, ὡς ὁρᾷς, τῷ ἀπατηλῷ καὶ ποικίλῳ τὸ ἁπλοῦν καὶ ἀληθὲς παραλαμβάνοντες διασπείρουσι. τοῦ τρίποδος, ὡς ἔλεγε, διὰ τῶν κόλπων τῆς Θέμιδος ἀπερειδόμενον εἰς τὸν Παρνασόν.

καὶ προθυμούμενος ἰδεῖν οὐκ εἶδεν ὑπὸ λαμπρότητος, ἀλλ ἤκουε παριὼν φωνὴν ὀξεῖαν γυναικὸς ἐν μέτρῳ φράζουσαν ἄλλα τινὰ καὶ χρόνον, ὡς ἐοίκε, τῆς ἐκείνου τελευτῆς. ἔλεγε δ ὁ δαίμων τὴν φωνὴν εἶναι Σιβύλλης:

ᾄδειν γὰρ αὐτὴν περὶ τῶν μελλόντων ἐν τῷ προσώπῳ τῆς σελήνης περιφερομένην. βουλόμενος οὖν ἀκροᾶσθαι πλείονα, τῇ ῥύμῃ τῆς σελήνης εἰς τοὐναντίον ὥσπερ ἐν ταῖς δίναις ἐξεώσθη καὶ βραχέα κατήκουσεν:

ὧν ἦν καὶ τὸ περὶ τὸ Βέσβιον ὄρος καὶ τὴν Δικαιαρχείας ὑπὸ πυρὸς φθορὰν γενησομένην, καί τι κομμάτιον περὶ τοῦ τότε ἡγεμόνος ὡς ἐσθλὸς ἐὼν νούσῳ τυραννίδα λείψει. μετὰ δὲ ταῦτα πρὸς τὴν θέαν τῶν κολαζομένων ἐτρέποντο.

καὶ τὰ μὲν πρῶτα δυσχερεῖς καὶ οἰκτρὰς εἶχον ὄψεις μόνον: καὶ συνήθεσιν ὁ Θεσπέσιος οὐκ ἂν προσδοκήσας κολαζομένοις ἐνετύγχανεν, οἳ καὶ δεινὰ παθήματα καὶ τιμωρίας ἀσχήμονας καὶ ἀλγεινὰς ὑπομένοντες ᾠκτίζοντο πρὸς ἐκεῖνον καὶ ἀνεκλαίοντο:

τὰ δ ἄγεται πεισόμενος ἱκετεύειν μὲν ἢ παραιτεῖσθαι περὶ τοῦ πατρὸς οὐκ ἐτόλμα δι ἔκπληξιν καὶ δέος ὑποστρέψαι δὲ καὶ φυγεῖν βουλόμενος οὐκέτι τὸν πρᾶον ἐκεῖνον ἑώρα καὶ οἰκεῖον ξεναγόν, ἀλλ ὑφ ἑτέρων τινῶν φοβερῶν τὴν ὄψιν εἰς τὸ πρόσθεν ὠθούμενος ὡς ἀνάγκην οὖσαν οὕτω διεξελθεῖν, ἐθεᾶτο τῶν μὲν γνωρίμως πονηρῶν γενομένων καὶ κολασθέντων αὐτόθι τὴν σκιὰν οὐκέτ εἶναι χαλεπῶς οὐδ ὁμοίως τριβομένην, ἅτε δὴ περὶ τὸ ἄλογον καὶ παθητικὸν ἐπίπονον οὖσαν:

ἀρετῆς περιβαλόμενοι διεβίωσαν κακίᾳ λανθανούσῃ, τούτους ἐπιπόνως καὶ , ὀδυνηρῶς ἠνάγκαζον ἕτεροι περιεστῶτες ἐκτρέπεσθαι τὰ ἐντὸς ἔξω τῆς ψυχῆς, ἰλυσπωμένους παρὰ φύσιν καὶ ἀνακαμπτομένους, ὥσπερ αἱ θαλάττιαι σκολόπενδραι καταπιοῦσαι τὸ ἄγκιστρον ἐκτρέπουσιν ἑαυτάς:

ἐνίους δ ἀναδέροντες αὐτῶν καὶ ἀναπτύσσοντες ἀπεδείκνυσαν ὑπούλους καὶ ποικίλους, ἐν τῷ λογιστικῷ καὶ κυρίῳ τὴν μοχθηρίαν ἔχοντας.

πλείονας, ἀλλήλας ἐσθιούσας ὑπὸ μνησικακίας καὶ κακοθυμίας ὧν ἔπαθον ἐν τῷ ζῆν ἢ ἔδρασαν.

εἶναι δὲ καὶ λίμνας παρ ἀλλήλας, τὴν μὲν χρυσοῦ περιζέουσαν τὴν δὲ μολίβδου ψυχροτάτην ἄλλην δὲ τραχεῖαν σιδήρου:

καί τινας ἐφεστάναι δαίμονας ὥσπερ οἱ χαλκεῖς ὀργάνοις ἀναλαμβάνοντας καὶ καθιέντας ἐν μέρει τὰς ψυχὰς τῶν δι ἀπληστίαν καὶ πλεονεξίαν πονηρῶν. ἐν μὲν γὰρ τῷ χρυσῷ διαπύρους καὶ διαφανεῖς ὑπὸ τοῦ φλέγεσθαι γενομένας ἐνέβαλλον εἰς τὴν τοῦ μολίβδου βάπτοντες: αὐτόθι καὶ γενομένας σκληρὰς ὥσπερ αἱ χάλαζαι, πάλιν εἰς τὴν τοῦ σιδήρου μεθίστασαν ἐνταῦθα δὲ μέλαιναί τε δεινῶς ἐγίγνοντο, καὶ περικλώμεναι διὰ σκληρότητα καὶ συντριβόμεναι τὰ εἴδη μετέβαλλον:

εἶθ οὕτω πάλιν εἰς τὸν χρυσὸν ἐκομίζοντο, δεινάς, ὡς ἔλεγεν, ἐν ταῖς μεταβολαῖς ἀλγηδόνας ὑπομένουσαι.

πάντων δὲ πάσχειν ἔλεγεν οἰκτρότατα τὰς ἤδη δοκούσας ἀφεῖσθαι τῆς δίκης, εἶτ αὖθις συλλαμβανομένας:

αὗται δ ἦσαν, ὧν εἴς τινας ἐκγόνους· ἢ παῖδας ἡ ποινὴ περιῆλθεν. ἀφίκοιτο καὶ περιτύχοι, προσέπιπτεν ὀργῇ καὶ κατεβόα καὶ τὰ σημεῖα τῶν παθῶν ἐδείκνυεν, ὀνειδίζουσα καὶ διώκουσα φεύγειν.

καὶ ἀποκρύπτεσθαι βουλομένην οὐ δυναμένην δέ.

ταχὺ γὰρ μετέθεον οἱ κολασταὶ πρὸς τὴν δίκην, καὶ ἐξ ἀρχῆς ἤπειγον ὀλοφυρομένας τῷ προγιγνώσκειν τὴν τιμωρίαν. ἐνίαις δὲ καὶ πολλὰς ἅμα τῶν ἐκγόνων ἔλεγε συνηρτῆσθαι, καθάπερ μελίττας ἢ νυκτερίδας ἀτεχνῶς ἐχομένας καὶ τετριγυίας ὑπὸ μνήμης καὶ ὀργῆς ὧν ἔπαθον δι αὐτάς.

καμπτομένας βίᾳ καὶ μετασχηματιζομένας ὑπὸ τῶν ταῦτα δημιουργούντων ὀργάνοις τισὶ καὶ πληγαῖς, τῶν μὲν ὅλα τὰ μέρη συνελαυνόντων, τὰ δ ἀποστρεφόντων, ἔνια δ ἐκλεαινόντων καὶ ἀφανιζόντων παντάπασιν, ὅπως ἐφαρμόσειεν ἑτέροις ἤθεσι :

.

καὶ βίοις: ἐν ταύταις φανῆναι τὴν Νέρωνος ψυχὴν τά, τ ἄλλα κακῶς ἔχουσαν ἤδη καὶ διαπεπαρμένην ἣλοις διαπύροις. προκεχειρισμένων δὲ καὶ ταύτῃ τῶν δημιουργῶν Πινδαρικῆς ἐχίδνης εἶδος, ἐν ᾧ κυηθεῖσαν καὶ διαφαγοῦσαν τὴν μητέρα βιώσεσθαι, φῶς ἔφασκεν ἐξαίφνης διαλάμψαι μέγα, καὶ φωνὴν ἐκ τοῦ φωτὸς γενέσθαι προστάττουσαν εἰς ἄλλο γένος ἡμερώτερον μεταβαλεῖν, ᾠδικόν τι μηχανησαμένους περὶ ἕλη καὶ λίμνας ζῷον: ὧν μὲν γὰρ ἠδίκησε δεδωκέναι δίκας:

ὀφείλεσθαι δέ τι καὶ χρηστὸν αὐτῷ παρὰ θεῶν, ὅτι τῶν ὑπηκόων τὸ βέλτιστον καὶ θεοφιλέστατον γένος ἠλευθέρωσε, τὴν Ἑλλάδα. μέχρι μὲν οὖν τούτων εἶναι θεατής:

"οὗτος, ὅπως ἕκαστα μᾶλλον μνημονεύσῃς.

καί τι ῥαβδίον, ὥσπερ οἱ ζωγράφοι, διάπυρον προσάγειν, ἑτέραν δὲ κωλύειν. προσπεσεῖν καὶ ἀναβλέψαι σχεδὸν ὑπ αὐτοῦ τοῦ μνήματος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION