호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοὺς οὖν πάλαι σοφοὺς καὶ λογίους ἄμικτα θέσθαι τὰ ἐπίγεια καὶ τὰ οὐράνια χρὴ νομίζειν, οὐ τοῖς τόποις ὥσπερ ἐπὶ ζυγοῦ πρὸς τὰ κάτω καὶ ἄνω βλέποντας, ἀλλὰ τῇ διαφορᾷ τῶν δυνάμεων τὰ μὲν θερμὰ καὶ λαμπρὰ καὶ ταχέα καὶ κοῦφα τῇ θείᾳ καὶ ἀιδίῳ φύσει προσνέμοντας, τὰ δὲ σκοτεινὰ καὶ ψυχρὰ καὶ βραδέα φθιτῶν καὶ ἐνέρων οὐκ εὐδαίμονα κλῆρον ἀποφαίνοντας.? ἐπεὶ καὶ τὸ σῶμα τοῦ ζῴου, μέχρι μὲν ἔμπνουν ἐστὶ καὶ θαλερόν, ὡς οἱ ποιηταὶ λέγουσι, θερμότητι χρῆται καὶ ζωῇ:
ἐνυπαρχούσης ταῦτ, ὦ Φαβωρῖνε, τοῖς εἰρημένοις ὑφ ἑτέρων παράβαλλε:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기