- 텍스트

Plutarch, De primo frigido, chapter, section 20

(플루타르코스, De primo frigido, chapter, section 20)

ἡ δὲ καθ ἕκαστον ἐνιαυτὸν ἡμᾶς μετάγουσα καὶ μετοικίζουσα χρεία τί βούλεται, χειμῶνος μὲν ἀπωτάτω φεύγουσα τῆς γῆς εἰς τὰ μετέωρα καὶ ἀπόγεια, θέρους δὲ πάλιν ἀντεχομένη τῶν κάτω καὶ ὑποδυομένη καὶ διώκουσα προσφόρους καταφυγάς, τιθεμένη τὴν δίαιταν ἐν ἀγκάλαις γῆς ἀγαπητῶς·? ἆρ οὐχὶ ταῦτα ποιοῦμεν ἐπὶ τὴν γῆν ὑπὸ ψυχρότητος ὁδηγούμενοι τῇ αἰσθήσει καὶ τὸ πρώτως φύσει ψυχρὸν ἐπιγινώσκοντες·

ἀπολειπόντων διὰ κρύος αὐτήν, τὸν δ ἔναλον ἀέρα καὶ πελάγιον θερμὸν ὄντα περιβαλλομένων εἶτ αὖθις ἐν θέρει τὸν γηγενῆ καὶ χερσαῖον ὑπὸ καύματος ποθοῦμεν , οὐκ αὐτὸν ὄντα ψυχρὸν ἀλλὰ τοῦ φύσει ψυχροῦ καὶ πρώτως ἀποβλαστάνοντα καὶ βεβαμμένον ὑπὸ τῆς ἐν γῇ δυνάμεως ὥσπερ βαφῇ σίδηρον.

καὶ γὰρ.

τῶν ῥυτῶν ὑδάτων τὰ πετραῖα καὶ ὀρεινὰ ψυχρότατα καὶ τῶν φρεατιαίων τὰ κοιλότατα: ὕδωρ καλοῦσιν, ἐκ πέτρας γλίσχρως συλλειβόμενον οὕτω ψυχρόν ἐστιν, ὥστε μηδὲν ἀγγεῖον ἄλλο μόνην δ ὁπλὴν ὄνου στέγειν:

τὰ δ ἄλλα διακόπτει καὶ ῥήγνυσιν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION