호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὧν βλεπομένων, σκόπει τὸ γιγνόμενον οὕτω.? καὶ τρέπειν εἰς ἑαυτὴν τὸ νικώμενον τὸ μὲν γὰρ ὑπὸ θερμοῦ κρατηθὲν ἐκπυροῦται, τὸ ὑπὸ πνεύματος ἐξαεροῦται, τὸ δ εἰς ὕδωρ ἐμπεσόν, ἂν μὴ διαφύγῃ ,- καθυγραίνεται, συνδιαχεόμενον.
τὸ πρώτως ψυχρόν ἔστι δ ὑπερβολὴ ψύξεως πῆξις, πῆξις δ εἰς ἀγνωσίαν τελευτᾷ καὶ λίθωσιν, ὅταν, παντάπασι τοῦ ψυχροῦ κρατήσαντος, ἐκπαγῇ μὲν τὸ ὑγρὸν ἐκθλιβῇ δὲ τὸ θερμόν.
ὅθεν ἡ μὲν ἐν βάθει γῆ πάγος ἐστὶν ὡς εἰπεῖν καὶ κρύσταλλος ἅπασα τὸ γὰρ ψυχρὸν ἄκρατον οἰκουρεῖ καὶ ἀμάλακτον ἀπεωσμένον ἐκεῖ τοῦ αἰθέρος ἀπωτάτω ταυτὶ δὲ: τὰ ἐμφανῆ, κρημνοὺς καὶ σκοπέλους καὶ πέτρας, Ἐμπεδοκλῆς μὲν ὑπὸ τοῦ πυρὸς οἰέται τοῦ ἐν βάθει τῆς γῆς ἑστάναι καὶ ἀνέχεσθαι διερειδόμενα φλεγμαίνοντος:
ἐμφαίνεται δὲ μᾶλλον, ὅσων τὸ θερμὸν ἐξεθλίβη καὶ διέπτατο, πάντα ταῦτα παντάπασιν ὑπὸ τῆς ψυχρότητος παγῆναι διὸ καὶ πάγοι καλοῦνται.
καὶ τὰ ἄκρα πολλῶν ἐπιμελανθέντων, τὸ θερμὸν ἐξέπεσε, πυρικαύστοις ἰδεῖν προσέοικε πήγνυσι γὰρ τὸ ψυχρὸν τὰ μὲν μᾶλλον τὰ δ ἧττον, μάλιστα δ οἷς πρώτως ἐνυπάρχειν πέφυκεν.
ὥσπερ γάρ, εἰ θερμοῦ τὸ κουφίζειν, θερμότατόν ἐστι τὸ κουφότατον :
εἰ δ ὑγροῦ τὸ μαλάσσειν, ὑγρότατον τὸ μαλακώτατον:
οὕτως, εἰ ψυχροῦ τὸ πηγνύειν, ἀνάγκη ψυχρότατον εἶναι τὸ μάλιστα πεπηγός, οἱο῀ν ἡ γῆ τὸ δὲ ψυχρότατον φύσει δήπου καὶ πρώτως ψυχρὸν ὥστε φύσει καὶ : πρώτως ψυχρὸν ἡ γῆ.
τοῦτο δ ἀμέλει καὶ τῇ αἰσθήσει δῆλόν ἐστι καὶ γὰρ πηλὸς ὕδατοσψυχρότερος καὶ τὸ πῦρ γῆν ἐπιφοροῦντες ἀφανίζουσιν οἱ : δὲ χαλκεῖς τῷ πυρουμένῳ καὶ ἀνατηκομένῳ σιδήρῳ μάρμαρον καὶ λατύπην παραπάσσουσι, τὴν πολλὴν ῥύσιν ἐφιστάντες καὶ καταψύχοντες: ψύχει δὲ καὶ τὰ τῶν ἀθλητῶν κόνις σώματα καὶ κατασβέννυσι τοὺς ἱδρῶτας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기