- 텍스트

Plutarch, De primo frigido, chapter, section 16

(플루타르코스, De primo frigido, chapter, section 16)

ἔπειτα πανταχοῦ μέν ἐστιν ἀὴρ ἴσος, οὐ πανταχοῦ δὲ χειμὼν ὅμοιος οὐδὲ ψῦχος.? ἀλλὰ ταῦτα μὲν τὰ μέρη ψυχρὰ καὶ κάθυγρα, ταῦτα δὲ ξηρὰ καὶ θερμὰ τῆς οἰκουμένης οὐ κατὰ τύχην, ἀλλὰ τῷ μίαν οὐσίαν ψυχρότητος καὶ ὑγρότητος εἶναι. Λιβύης μὲν γὰρ ἔνθερμος πολλὴ καὶ ἄνυδρος, Σκυθίαν δὲ καὶ Θρᾴκην καὶ Πόντον οἱ πεπλανημένοι λίμνας τε μεγάλας ἔχειν καὶ ποταμοῖς διαρρεῖσθαι βαθέσι καὶ πολλοῖς ἱστοροῦσιν αὐτῶν τε τῶν ἐν μέσῳ τόπων τὰ παράλιμνα καὶ ἑλώδη ψῦχος ἔχει μάλιστα διὰ τὰς ἀπὸ τῶν ὑγρῶν ἀναθυμιάσεις Ποσειδώνιος δὲ τῆς ψυχρότητος αἰτίαν εἰπὼν τὸ πρόσφατον εἶναι τὸν ἕλειον ἀέρα καὶ νοτερὸν οὐκ ἔλυσε τὸ πιθανόν, ἀλλὰ πιθανώτερον ἐποίησεν οὐ γὰρ ἂν ἐφαίνετο τοῦ ἀέρος ὁ πρόσφατος ἀεὶ ψυχρότερος, εἰ μὴ τὸ ψυχρὸν ἐν τοῖς.

ὑγροῖς τὴν γένεσιν εἶχε. βέλτιον οὖν Ὅμηρος εἰπὼν αὔρη δ ἐκ ποταμοῦ ψυχρὴ πνέει ἠῶθι πρό, τὴν πηγὴν τῆς ψυχρότητος ἔδειξεν.

ἔτι τοίνυν ἡ μὲν αἴσθησις πολλάκις ἡμᾶς ἐξαπατᾷ, ὅταν ἱματίων ἢ ἐρίων ψυχρῶν θιγγάνωμεν, οἰομένους ὑγρῶν θιγγάνειν διὰ τὸ κοινὴν ἀμφοτέροις οὐσίαν ὑπάρχειν καὶ τὰς φύσεις σύνεγγυς εἶναι καὶ οἰκείας.

ἐν δὲ τοῖς δυσχειμέροις κλίμασι πολλὰ ῥηγνύει τὸ ψῦχος ἀγγεῖα καὶ χαλκᾶ καὶ κεραμεᾶ:

κενὸν δ οὐδὲν ἀλλὰ πάντα πλήρη, βιαζομένου τῇ ψυχρότητι τοῦ ὕδατος. καίτοι φησὶ Θεόφραστος τὸν ἀέρα ῥηγνύειν τὰ ἀγγεῖα τῷ ὑγρῷ καθάπερ ἥλῳ χρώμενον: ὁρ´α δὲ μὴ τοῦτο κομψῶς μᾶλλον ἢ ἀληθῶς εἰρημένον ἐστίν:

ἔδει γὰρ τὰ πίττης γέμοντα μᾶλλον ῥήγνυσθαι ὑπὸ τοῦ ἀέρος καὶ τὰ γάλακτος.

. ἀλλ ἐοίκε τὸ ὕδωρ ἐξ ἑαυτοῦ ψυχρὸν εἶναι καὶ πρώτως: ἀντίκειται γὰρ τῇ ψυχρότητι πρὸς τὴν θερμότητα τοῦ πυρός, ὥσπερ τῇ ὑγρότητι πρὸς τὴν ξηρότητα καὶ τῇ βαρύτητι πρὸς τὴν κουφότητα. καὶ ὅλως τὸ μὲν πῦρ διαστατικόν ἐστι :

καὶ διαιρετικόν, τὸ δ ὕδωρ κολλητικὸν καὶ σχετικόν, τῇ ὑγρότητι συνέχον καὶ πῆττον: τὸ ὑγρὸν ἑκάστοτε προσαγορεύων ἐπεὶ, τροφὴ μὲν:

πυρὸς τὸ μεταβάλλον εἰς πῦρ, μεταβάλλει δὲ τὸ συγγενὲς·

καὶ αὐτὸ μὲν ὡς ἔπος εἰπεῖν ἄκαυστόν ἐστιν, ὕλην δὲ καὶ πόαν νοτερὰν καὶ ξύλα βεβρεγμένα δυσκαῆ παρέχει, καὶ φλόγα ζοφερὰν καὶ ἀμβλεῖαν ὑπὸ χλωρότητος ἀναδίδωσι τῷ ψυχρῷ μαχόμενον πρὸς τὸ θερμὸν ὡς φύσει πολέμιον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION