호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὅμως δὲ θαυμάζω τῶν ἀξιούντων τὸν ἀέρα, ψυχρὸν εἶναι διὰ τὸ καὶ σκοτεινόν, εἰ μὴ συνορῶσιν ἑτέρους ἀξιοῦντας θερμὸν εἶναι διὰ τὸ καὶ κοῦφον.? οὐ γὰρ οὕτω τῷ ψυχρῷ τὸ σκοτεινὸν ὡς τὸ βαρὺ καὶ στάσιμον οἰκεῖόν ἐστι καὶ συγγενὲς : δὲ καὶ κοῦφον καὶ ἀνωφερὲς οὐδέν ἐστι τῶν ψυχρῶν.
ὑγρὸν εὐθὺς ὀλισθάνει καὶ τὸ κοῦφον οὐχ ἧττον ἢ τὸ θερμὸν ἀποβάλλει , ψυχρότητος ἐγγιγνομένης καὶ τοὐναντίον ὅταν θερμότης ἐπέλθῃ , πάλιν , ἀναστρέφει τὴν κίνησιν, ἅμα τῷ μεταβαλεῖν εἰς ἀέρα τῆς οὐσίας ἄνω φερομένης.
καὶ μὴν οὐδὲ τὸ τῆς φθορᾶς ἀληθές ἐστιν:
οὐ γὰρ εἰς τοὐναντίον ἀλλ ὑπὸ τοῦ ἐναντίου φθείρεται τῶν ἀπολλυμένων ἕκαστον, ὥσπερ τὸ πῦρ ὑπὸ τοῦ ὕδατος εἰς τὸν ἀέρα. τὸ γὰρ ὕδωρ ὁ μὲν Αἰσχύλος εἰ καὶ τραγικῶς ἀλλ ἀληθῶς εἶπε παύσυβριν δίκην πυρός:
τὸν Ἀπόλλωνα κατὰ, τὴν μάχην φυσικῶς μᾶλλον ἢ μυθικῶς ἀντέταξεν.
ὁ δ᾿ Ἀρχίλοχος ἐπὶ τῆς τἀναντία φρονούσης οὐ κακῶς εἶπε τῇ μὲν ὕδωρ ἐφόρει δολοφρονέουσα χειρί, τἠτέρῃ δὲ πῦρ.
ἐν δὲ Πέρσαις τῶν ἱκετευμάτων μέγιστον ἦν καὶ ἀπαραίτητον, εἰ πῦρ λαβὼν ἱκετεύων καὶ ἐν ποταμῷ βεβηκὼς ἀπειλοίη μὴ τυχὼν τὸ πῦρ, εἰς τὸ ὕδωρ ἀφήσειν:
ἐτύγχανε μὲν γὰρ ὧν ἐδεῖτο, τυχὼν δ ἐκολάζετο διὰ τὴν ἀπειλὴν ὡς παρὰ νόμον καὶ κατὰ τῆς φύσεως γενομένην. καὶ τοῦτο δὴ:
καὶ κολάζεται σβεννύμενον, οὐχ ὑπὸ τοῦ ἀέρος τίον ὡς ὑπολαμβάνει τὴν οὐσίαν αὐτοῦ καὶ δέχεται μεταβάλλοντος :
εἰ γὰρ αἰτία εἰς ὃ μεταβάλλει τὸ φθειρόμενον ἐναντίον ἐστί, τί μᾶλλον τῷ ἀέρι τὸ πῦρ ἢ τὸ ὕδωρ ἐναντίον φανεῖται·
μεταβάλλει γὰρ εἰς ὕδωρ συνιστάμενος· εἰς δὲ πῦρ διακρινόμενος: ὥσπερ αὖ πάλιν τὸ ὕδωρ διακρίσει μὲν εἰς ἀέρα φθείρεται συγκρίσει δ εἰς γῆν, ὡς μὲν ἐγὼ νομίζω δι οἰκειότητα τὴν πρὸς, ἀμφότερα καὶ συγγένειαν, οὐχ ὡς ἐναντίον ἑκατέρῳ καὶ πολέμιον.
ἐκεῖνοι δέ, ὁποτέρως ἂν εἴπωσι, τὸ ἐπιχείρημα διαφθείρουσι. πήγνυσθαί γε μὴν ὑπὸ τοῦ ἀέρος·
φάναι τὸ ὕδωρ ἀλογώτατόν ἐστιν, αὐτὸν τὸν ἀέρα μηδαμοῦ πηγνύμενον ὁρῶντας. νέφη γὰρ καὶ ὁμίχλαι καὶ κνηκίδες οὐ πήξεις εἰσὶν ἀλλὰ συστάσεις καὶ παχύτητες ἀέρος διεροῦ καὶ ἀτμώδους ὁ δ ἄνικμος καὶ ξηρὸς οὐδ ἄχρι ταύτης τὴν κατάψυξιν ἐνδέχεται τῆς μεταβολῆς. ἔστι γὰρ ἃ τῶν ὀρῶν οὐ λαμβάνει 1 νέφος· ἀέρι συμμεμιγμένον ὑγρὸν καὶ ψυχρὸν ἐνδιδοῦσι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기