호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔτι τοίνυν τὰ μὲν ἀποσπασθέντα τῆς πηγῆς ὕδατα μᾶλλον πήγνυται μᾶλλον γὰρ ὁ ἀὴρ ἐπικρατεῖ τοῦ ἐλάττονος.? ἂν.
δέ τις ψυχρὸν ἐκ φρέατος ὕδωρ λαβὼν ἐν ἀγγείῳ καὶ καθεὶς αὖθις εἰς τὸ φρέαρ ὥστε μὴ ψαύειν τοῦ ὕδατος τὸ ἀγγεῖον ἀλλ ἐν τῷ ἀέρι κρέμασθαι, περιμείνῃ χρόνον οὐ πολύν, ἔσται ψυχρότερον τὸ ὕδωρ: μάλοστα δηλοῦται τὸ μὴ, τοῦ ὕδατος εἶναι τὴν πρώτην αἰτίαν τῆς ψυχρότητος ἀλλὰ τοῦ ἀέρος.
:
τῶν γε μὴν μεγάλων ποταμῶν οὐδεὶς πήγνυται διὰ βάθους: οὐ γὰρ καθίησιν εἰς ὅλον ὁ ἀήρ,. ἀλλ ὅσα τῇ ψυχρότητι περιλαμβάνει ψαύων καὶ πλησιάζων, ταῦθ ἵστησιν: ὅθεν οἱ βάρβαροι διαβαίνουσι πεζῇ, προβαλόντες ἀλώπεκας: ἄν γὰρ μὴ πολὺς ἀλλ ἐπιπόλαιος ὁ πάγος ᾖ, αἰσθανόμεναι τῷ ψόφῳ τοῦ ὑπορρέοντος ὕδατος ἀναστρέφουσιν ἔνιοι δὲ καὶ θηρεύουσιν ἰχθῦς, ὕδατι θερμῷ τοῦ πάγου παραλύοντες καὶ χαλῶντες·
τό γε τὴν ὁρμιὰν δεξόμενον.
οὕτως οὐδὲν ὑπὸ τοῦ ψυχροῦ τὸ ἐν βάθει πέπονθε. καίτοι τῶν ἄνω τοσαύτη γίγνεται μεταβολὴ διὰ τὴν πῆξιν, ὥστε συντρίβειν τὰ πλοῖα τὸ ὕδωρ ἀποβιαζόμενον εἰς ἑαυτὸ καὶ συνθλιβόμενον, ὡς ἱστοροῦσιν οἱ νῦν μετὰ τοῦ Καίσαρος ἐπὶ τοῦ Ἴστρου διαχειμάσαντες.
οὐ μὴν ἀλλὰ καὶ τὸ περὶ.
ἡμᾶς συμβαῖνον ἱκανὴν μαρτυρίαν δίδωσι μετὰ γὰρ τὰ λουτρὰ καὶ τὰς ἐξιδρώσεις περιψυχόμεθα μᾶλλον, τοῖς σώμασιν ἀνειμένοις καὶ διακεχυμένοις πολλὴν ψυχρότητα μετὰ τοῦ ἀέρος καταδεχόμενοι. τὸ δ αὐτὸ τοῦτο καὶ τὸ ὕδωρ πάσχει: ψύχεται γάρ, ἂν προθερμανθῇ, μᾶλλον, εὐπαθέστερον τῷ ἀέρι γενόμενον ὁπότε τὰ ζέοντα τῶν ὑδάτων ἀναρύτοντες καὶ μετεωρίζοντες οὐδὲν ἄλλο δήπου ποιοῦσιν ἢ πρὸς ἀέρα πολὺν ἀνακεραννύουσιν.
τοιαύταις ἐστὶ πιθανότησιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기