호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ μὴν ἁπάντων γε τῶν γιγνομένων ὑπὸ ψυχρότητος ἐν τοῖς σώμασι σφοδρότατον καὶ.? βιαιότατον ἡ πῆξις οὖσα πάθος μέν ἐστιν ὕδατος· ἔργον δ ἀέρος: αὐτὸ μὲν γὰρ καθ ἑαυτὸ τὸ ὕδωρ εὐδιάχυτον καὶ ἀπαγὲς καὶ ἀσύστατόν ἐστιν, ἐντείνεται δὲ καὶ συνάγεται τῷ ἀέρι σφιγγόμενον ὑπὸ ψυχρότητος διὸ καὶ λέλεκται εἰ δὲ νότος βορέην προκαλέσσεται, αὐτίκα νίψει. τοῦ γὰρ νότου καθάπερ ὕλην τὴν ὑγρότητα παρασκευάσαντος, ὁ βόρειος ἀὴρ ὑπολαβὼν ἔπηξε.
καὶ δῆλόν ἐστι μάλιστα περὶ τὰς χιόνας:
ἀέρα γὰρ μεθεῖσαι καὶ προαναπνεύσασαι λεπτὸν καὶ ψυχρὸν οὕτω ῥέουσιν: Ἀριστοτέλης δὲ καὶ τὰς ἀκόνας τοῦ μολίβδου τήκεσθαί φησι καὶ ῥεῖν ὑπὸ κρύους καὶ χειμῶνος, ὕδατος μόνου πλησιάζοντος αὐταῖς: ὁ δ ἀήρ, ὡς ἐοίκε, συνελαύνων τὰ σώματα τῇ ψυχρότητι καταθραύει καὶ ῥήγνυσιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기