호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰ δ ἀπολειπτέον οὐσίαν ψυχροῦ καὶ θερμοῦ, προάγωμεν ἐπὶ τὸ ἑξῆς τὸν λόγον, ἥτις ἐστὶν οὐσία καὶ ἀρχὴ καὶ φύσις ψυχρότητος, ζητοῦντες:? οἱ μὲν οὖν, τῶν σκαληνῶν καὶ τριγωνοειδῶν σχηματισμῶν ἐν τοῖς σώμασι κειμένων, τὸ ῥιγοῦν καὶ τρέμειν καὶ φρίττειν καὶ ὅσα συγγενῆ τοῖς πάθεσι τούτοις ὑπὸ τραχύτητος ἐγγίγνεσθαι λέγοντες, εἰ καὶ τοῖς κατὰ μέρος διαμαρτάνουσι, τὴν γοῦν ἀρχὴν ὅθεν δεῖ λαμβάνουσι δεῖ γὰρ ὥσπερ ἀφ ἑστίας τῆς τῶν ὅλων οὐσίας ἄρχεσθαι τὴν ζήτησιν.
ᾧ καὶ μάλιστα δόξειεν ἂν ἰατροῦ καὶ γεωργοῦ καὶ αὐλητοῦ διαφέρειν ὁ φιλόσοφος.
παρέμπτωσις ἐρυσίβης δ ἣλιοι πυριφλεγεῖς ἐπ ὄμβρῳ βαρύτητος δὲ κλίσις αὐλῶν καὶ συναγωγὴ πρὸς ἀλλήλους, ἱκανόν ἐστι τῷ τεχνίτῃ πρὸς τὸ οἰκεῖον ἔργον.
τῷ δὲ φυσικῷ θεωρίας ἕνεκα μετιόντι τἀληθὲς ἡ τῶν ἐσχάτων γνῶσις οὐ τέλος ἐστὶν ἀλλ ἀρχὴ τῆς ἐπὶ τὰ πρῶτα καὶ ἀνωτάτω πορείας.
καὶ Πλάτων ὀρθῶς καὶ Δημόκριτος αἰτίαν θερμότητος καὶ βαρύτητος ζητοῦντες οὐ κατέπαυσαν ἐν γῇ καὶ πυρὶ τὸν λόγον ἀλλ ἐπὶ τὰς νοητὰς ἀναφέροντες ἀρχὰς τὰ αἰσθητὰ μέχρι τῶν ἐλαχίστων ὥσπερ σπερμάτων προῆλθον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기