- 텍스트

Plutarch, De primo frigido, chapter, section 4

(플루타르코스, De primo frigido, chapter, section 4)

καὶ μὴν ψυχροῦ μὲν αἴσθησις ἔστιν, ὥσπερ καὶ θερμοῦ:? στέρησις δ οὔθ ὁρατὸν οὔτ ἀκουστὸν οὔθ ἁπτὸν οὔτε ταῖς ἄλλαις αἰσθήσεσι γνωστόν. φαίνεται, νοεῖται στέρησις, οὐσίας ἀπόφασις οὖσα, καθάπερ ὄψεως τυφλότης καὶ φωνῆς σιωπὴ καὶ σώματος ἐρημία καὶ κενόν.

οὔτε γὰρ κενοῦ δι ἁφῆς αἴσθησις ἔστιν , ἀλλ ὅπου μὴ γίγνεται σώματος ἁφή, κενοῦ γίγνεται νόησις οὔτε σιγῆς ἀκούομεν, ἀλλά, κἂν μηδενὸς ἀκούωμεν, σιγὴν νοοῦμεν: ὡς δ αὔτως καὶ τυφλῶν καὶ γυμνῶν καὶ ἀόπλων οὐκ αἴσθησις ἔστιν ἀλλ αἰσθήσεως·

ἔδει τοίνυν μὴ γίγνεσθαι ψυχρῶν αἴσθησιν, ἀλλ ὅπου τὸ θερμὸν ἐπιλείπει νοεῖσθαι τὸ ψυχρόν, εἴπερ ἦν θερμοῦ στέρησις:

εἰ δ, ὥσπερ τὸ θερμὸν ἀλέᾳ καὶ διακρίσει τῆς σαρκός, οὕτω συγκρίσει καὶ πυκνώσει τὸ ψυχρὸν αἰσθητόν ἐστι, δῆλον ὅτι καὶ ψυχρότητος ἰδία τις ἔστιν ἀρχὴ καὶ πηγὴ καθάπερ θερμότητος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION