호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἢ πρῶτον μὲν ἄν τις ὑπίδοιτο τοῦ λόγου τούτου τὸ πολλὰς τῶν ἐμφανῶν ἀναιρεῖν δυνάμεων, ὡς οὐ ποιότητας οὐδ ἕξεις ἕξεων δὲ καὶ ποιοτήτων στερήσεις, βαρύτητα μὲν κουφότητος καὶ σκληρότητα μαλακότητος τὸ μέλαν δὲ τοῦ λευκοῦ καὶ τὸ πικρὸν αξ τοῦ γλυκέος, καὶ ὧν ἕκαστον ἑκάστῳ πέφυκεν ἀντιδε πριιιιδο.? ἀντικεῖσθαι κατὰ δύναμιν, οὐχ ὼγ ἕξει στέρησις:
ἔπειθ ὅτι πᾶσα στέρησις ἀργόν ἐστι καὶ ἄπρακτον, ὡς τυφλότης· καὶ κωφότης καὶ σιωπὴ καὶ θάνατος· ἐκστάσεις γάρ εἰσιν εἰδῶν καὶ ἀναιρέσεις οὐσιῶν, οὐ φύσεις τινὲς οὐδ οὐσίαι καθ ἑαυτάς ἡ δὲ ψυχρότης οὐκ ἐλάττονα τῆς θερμότητος ἐγγιγνομένη τοῖς σώμασι πάθη καὶ μεταβολὰς ἐνεργάζεσθαι πέφυκε: καὶ γὰρ πήγνυται πολλὰ τῷ ψυχρῷ καὶ συγκρίνεται καὶ πυκνοῦται :
καὶ τὸ στάσιμον αὐτῷ καὶ δυσκίνητον οὐκ ἀργόν ἐστιν, ἀλλ ἐμβριθὲς καὶ βέβαιον, ὑπὸ ῥώμης συνερειστικὸν καὶ συνεκτικὸν ἐχούσης· τόνον.
ὅθεν ἡ μὲν στέρησις ἔκλειψις γίγνεται καὶ ὑποχώρησις τῆς ἀντικειμένης δυνάμεως, ψύχεται δὲ πολλά, πολλῆς αὐτοῖς θερμότητος ἐνυπαρχούσης ἔνια δὲ καὶ μᾶλλον ἡ ψυχρότης, ἂν λάβῃ θερμότερα, πήγνυσι καὶ συνάγει, καθάπερ τὸν βαπτόμενον σίδηρον οἱ δὲ Στωικοὶ καὶ τὸ πνεῦμα λέγουσιν ἐν τοῖς σώμασι τῶν βρεφῶν τῇ περιψύξει στομοῦσθαι καὶ μεταβάλλον ἐκ φύσεως γίγνεσθαι ψυχήν: τοῦτο μὲν ἀμφισβητήσιμον, ἑτέρων δὲ πολλῶν τὴν ψυχρότητα φαινομένην δημιουργὸν οὐκ ἄξιον ἡγεῖσθαι στέρησιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기