- 텍스트

Plutarch, De primo frigido, chapter, section 1

(플루타르코스, De primo frigido, chapter, section 1)

εστι τις ἆρα τοῦ ψυχροῦ δύναμις, ὦ Φαβωρῖνε, πρώτη καὶ οὐσία, καθάπερ τοῦ θερμοῦ τὸ πῦρ, ἧς παρουσίᾳ τινὶ καὶ μετοχῇ γίνεται τῶν ἄλλων ἕκαστον ψυχρόν:? ἢ μᾶλλον ἡ ψυχρότης στέρησὶς ἐστι θερμότητος, ὥσπερ τοῦ φωτὸς τὸ σκότος λέγουσι καὶ τῆς κινήσεως τὴν στάσιν· ἐπεὶ καὶ τὸ ψυχρὸν ἐοίκε στάσιμον εἶναι, κινητικὸν δὲ τὸ θερμόν:

αἵ τε τῶν θερμῶν καταψύξεις οὐδεμιᾶς παρουσίᾳ γίγνονται δυνάμεως, ἀλλ ἐκστάσει θερμότητος:

ἅμα γὰρ ἀπιοῦσα πολλὴ φαίνεται καὶ ψύχεται τὸ ὑπολειπόμενον: ὁ γὰρ ἀτμός, ὃν τὰ ζέοντα τῶν ὑδάτων μεθίησιν, ἀπιόντι τῷ θερμῷ συνεκπίπτει διὸ καὶ μειοῖ τὸ πλῆθος ἡ περίψυξις ἐκκρίνουσα τὸ θερμόν, ἑτέρου μηδενὸς ἐπεισιόντος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION