- 텍스트

Plutarch, De liberis educandis, section 20

(플루타르코스, De liberis educandis, section 20)

βραχέα δὲ προσθεὶς ἔτι περιγράψω τὰς ὑποθήκας.? πρὸ πάντων γὰρ δεῖ τοὺς πατέρας τῷ μηδὲν ἁμαρτάνειν ἀλλὰ πάνθ ἃ δεῖ πράττειν ἐναργὲς αὑτοὺς παράδειγμα τοῖς τέκνοις παρέχειν, ἵνα πρὸς τὸν τούτων βίον ὥσπερ κάτοπτρον ἀποβλέποντες ἀποτρέπωνται τῶν αἰσχρῶν ἔργων καὶ λόγων. ὡς οἵτινες τοῖς ἁμαρτάνουσιν υἱοῖς ἐπιτιμῶντες τοῖς αὐτοῖς ἁμαρτήμασι περιπίπτουσιν, ἐπὶ τῷ ἐκείνων ὀνόματι λανθάνουσιν ἑαυτῶν κατήγοροι γιγνόμενοι τὸ δ ὅλον φαύλως ζῶντες οὐδὲ τοῖς δούλοις παρρησίαν ἄγουσιν ἐπιτιμᾶν, μὴ τί γε τοῖς υἱοῖς.

χωρὶς δὲ τούτων γένοιντ ἂν αὐτοῖς τῶν ἀδικημάτων σύμβουλοι καὶ διδάσκαλοι. ὅπου γὰρ γέροντές εἰσιν ἀναίσχυντοι, ἐνταῦθ ἀνάγκη καὶ νέους ἀναιδεστάτους εἶναι.

πειρατέον οὖν εἰς τὸν τῶν τέκνων σωφρονισμὸν πάνθ ὅσα προσῆκεν ἐπιτηδεύειν, ζηλώσαντας Εὐρυδίκην, ἣτις Ἰλλυρὶς οὖσα καὶ τριβάρβαρος, ὅμως ἐπὶ τῇ μαθήσει τῶν τέκνων ὀψὲ τῆς ἡλικίας ἥψατο παιδείας. ἱκανῶς δ αὐτῆς τὴν φιλοτεκνίαν σημαίνει τοὐπίγραμμα, ὅπερ ἀνέθηκε Μούσαις Εὐρυδίκη Ιἑραπολιῆτις τόνδ ἀνέθηκε Μούσαις εὐίστον ψυχῇ ἑλοῦσα πόθον.

γράμματα γὰρ μνημεῖα λόγων μήτηρ γεγαυῖα παίδων ἡβώντων ἐξεπόνησε μαθεῖν.

τὸ μὲν οὖν πάσας τὰς προειρημένας· συμπεριλαβεῖν εὐχῆς ἴσως ἢ παραινέσεως ἔργον ἐστί: πλείους ζηλῶσαι καὶ αὐτὸ μὲν εὐμοιρίας δεόμενὸν ἐστι καὶ πολλῆς ἐπιμελείας, ἀνυστὸν δ οὖν ἀνθρωπίνῃ φύσει καθέστηκεν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION