- 텍스트

Plutarch, De liberis educandis, section 18

(플루타르코스, De liberis educandis, section 18)

ταῦτα μὲν οὖν καλὰ καὶ συμφέροντα:? ἃ δὲ μέλλω λέγειν, ἀνθρώπινα. πατέρας ἔγωγ ἀξιῶ τελέως τραχεῖς καὶ σκληροὺς εἶναι τὴν φύσιν, ἀλλὰ πολλαχοῦ καὶ συγχωρῆσαὶ τινα τῷ νεωτέρῳ τῶν ἁμαρτημάτων, καὶ ἑαυτοὺς ἀναμιμνῄσκειν ὅτι ἐγένοντο νέοι.

ἀποτομίαν τῇ πραότητι μιγνύναι, καὶ τοτὲ μὲν ταῖς ἐπιθυμίαις τῶν παίδων ἐφεῖναι καὶ χαλάσαι τὰς ἡνίας, τοτὲ δ αὖ πάλιν ἀντιτεῖναι, καὶ μάλιστα μὲν εὐκόλως φέρειν τὰς ἁμαρτίας, εἰ δὲ μή γε, πρὸς καιρὸν ὀργισθέντας ταχέως ἀποφλεγμῆναι.

μᾶλλον γὰρ ὀξύθυμον εἶναι δεῖ τὸν πατέρα ἢ βαρύθυμον, ὡς τό γε δυσμενὲς καὶ δυσκατάλλακτον μισοτεκνίας οὐ μικρὸν τεκμήριόν ἐστι.

καλὸν δὲ καὶ ἔνια τῶν ἁμαρτημάτων μηδ εἰδέναι δοκεῖν, ἀλλὰ τὸ τοῦ γήρως ἀμβλυῶττον καὶ δύσκωφον ἐπὶ τὰ γιγνόμενα μεταφέρειν, ὡς ἔνια τῶν πραττομένων ὁρῶντας μὴ ὁρᾶν καὶ μὴ ἀκούειν ἀκούοντας.

φίλων ἁμαρτήματα φέρομεν:

τί θαυμαστὸν εἰ τέκνων· δούλων πολλάκις κραιπαλώντων μέθην οὐκ ἐξηλέγξαμεν. ἐφείσω ποτέ, ἀλλὰ καὶ χορήγησον ἠγανάκτησάς ποτε , ἀλλὰ καὶ σύγγνωθι. ἐβουκόλησέ ποτε δι οἰκέτου: τὴν ὀργὴν κάτασχε.

ἐξ ἀγροῦ ποτε ζεῦγος ἀφείλετο, ἦλθέ ποτε χθιζῆς μέθης ἀποπνέων, ἀγνόησον: μύρων ὄζων, σίγησον.

οὕτω σκιρτῶσα νεότης πωλοδαμνεῖται.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION