호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"σιτίον εἰς ἀμίδα μὴ ἐμβάλλειν:? ἐπισημαίνει γὰρ ὅτι εἰς πονηρὰν ψυχὴν ἀστεῖον λόγον ἐμβάλλειν οὐ προσῆκεν: ὁ μὲν γὰρ λόγος τροφὴ διανοίας ἐστί, τοῦτον δ ἀκάθαρτον ἡ πονηρία ποιεῖ τῶν ἀνθρώπων. "μὴ ἐπιστρέφεσθαι ἐπὶ τοὺς ὁρ´ους ἐλθόντας," τουτέστι μέλλοντας ἀποθνήσκειν καὶ τὸν ὁρ´ον τοῦ βίου πλησίον ὄντα ὁρῶντας φέρειν εὐκόλως καὶ μὴ ἀθυμεῖν. ἀνακάμψω δ ἐπὶ τὴν ἐξ ἀρχῆς τοῦ λόγου ὑπόθεσιν:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기