호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καθόλου δ ἀπείργειν προσήκει τοὺς παῖδας τῆς πρὸς τοὺς πονηροὺς ἀνθρώπους συνουσίας:? ἀποφέρονται γάρ τι τῆς τούτων κακίας. τοῦτο δὲ παρήγγειλε καὶ Πυθαγόρας αἰνίγμασιν ἅπερ ἐγὼ παραθεὶς ἐξηγήσομαι: καὶ γὰρ ταῦτα πρὸς ἀρετῆς κτῆσιν συμβάλλεται ῥοπὴν οὐκ ἐλαχίστην. "μὴ γεύεσθαι μελανούρων" τουτέστι μὴ συνδιατρίβειν μέλασιν ἀνθρώποις διὰ κακοήθειαν. "μὴ ζυγὸν ὑπερβαίνειν·
τουτέστιν ὅτι δεῖ τῆς δικαιοσύνης πλεῖστον ποιεῖσθαι λόγον καὶ μὴ ταύτην ὑπερβαίνειν.
ἤτοι φεύγειν ἀργίαν καὶ προνοεῖν ὅπως τὴν ἀναγκαίαν παρασκευάσωμεν τροφήν. ἀντὶ τοῦ προχείρως οὐ δεῖ συναλλάσσειν.
"μὴ φορεῖν στενὸν δακτύλιον· ὅτι δεῖ τὸν βίον ἐπιτηδεύειν ὡς μὴ δεῖν αὐτόν. "πῦρ σιδήρῳ μὴ σκαλεύειν· ἀντὶ τοῦ θυμούμενον μὴ ἐρεθίζειν: οὐ γὰρ προσῆκεν, ἀλλ ὑπείκειν τοῖς ὀργιζομένοις. ἤτοι μὴ βλάπτειν τὴν ψυχὴν ταῖς φροντίσιν αὐτὴν κατατρύχοντα.
"κυάμων ἀπέχεσθαι" ὅτι οὐ δεῖ πολιτεύεσθαι: κυαμευταὶ γὰρ ἦσαν ἔμπροσθεν αἱ ψηφοφορίαι δι ὧν πέρας ἐπετίθεσαν ταῖς ἀρχαῖς.
"σιτίον εἰς ἀμίδα μὴ ἐμβάλλειν:
ἐπισημαίνει γὰρ ὅτι εἰς πονηρὰν ψυχὴν ἀστεῖον λόγον ἐμβάλλειν οὐ προσῆκεν: ὁ μὲν γὰρ λόγος τροφὴ διανοίας ἐστί, τοῦτον δ ἀκάθαρτον ἡ πονηρία ποιεῖ τῶν ἀνθρώπων. "μὴ ἐπιστρέφεσθαι ἐπὶ τοὺς ὁρ´ους ἐλθόντας," τουτέστι μέλλοντας ἀποθνήσκειν καὶ τὸν ὁρ´ον τοῦ βίου πλησίον ὄντα ὁρῶντας φέρειν εὐκόλως καὶ μὴ ἀθυμεῖν. ἀνακάμψω δ ἐπὶ τὴν ἐξ ἀρχῆς τοῦ λόγου ὑπόθεσιν: ἁπάντων γὰρ ὅπερ ἔφην τῶν πονηρῶν ἀνθρώπων ἀπάγειν δεῖ τοὺς παῖδας, μάλιστα δὲ τῶν κολάκων.
ὅπερ γὰρ πολλάκις καὶ πρὸς πολλοὺς τῶν πατέρων διατελῶ λέγων, καὶ νῦν ἂν εἴποιμι.
ἀφύλακτον προτείνοντες τὴν ἡδονήν.
λέγοντες.
"ζῆν οὐ παραζῆν προσῆκε. "τί δὲ φροντιστέον ἡμῖν τῶν τοῦ πατρὸς ἀπειλῶν· "κρονόληρος καὶ σοροδαίμων ἐστί, καὶ μετέωρον αὐτὸν ἀράμενοι τὴν ταχίστην ἐξοίσομεν. καθῆκε δέ τις καὶ χαμαιτύπην καὶ προηγώγευσε γαμετήν·
καὶ τὰ τῶν πατέρων ἐφόδια τοῦ γήρως ἐσύλησε καὶ περιέκοψε. μιαρὸν τὸ φῦλον, ὑποκριταὶ φιλίας, ἄγευστοι παρρησίας, πλουσίων μὲν κόλακες πενήτων δ ὑπερόπται, ὡς ἐκ λυρικῆς τέχνης ἐπὶ τοὺς:
νέους ἀγόμενοι, σεσηρότες ὅθ οἱ τρέφοντες γελῶσι, καὶ ψυχῆς ὑποβολιμαῖα καὶ νόθα μέρη βίου, πρὸς δὲ τὸ τῶν πλουσίων νεῦμα ζῶντες, τῇ τύχῃ μὲν ἐλεύθεροι, τῇ προαιρέσει δὲ δοῦλοι: ὅταν δὲ μὴ ὑβρίζωνται, τόθ ὑβρίζεσθαι δοκοῦντες, ὅτι μάτην παρατρέφονται.
ὥστ εἴ τῳ μέλει τῶν, πατέρων τῆς τῶν τέκνων εὐαγωγίας, ἐκδιωκτέον τὰ μιαρὰ ταῦτα θρέμματα, ἐκδιωκτέον δ οὐχ ἥκιστα καὶ τάς τῶν συμφοιτητῶν μοχθηρίας: τὰς ἐπιεικεστάτας φύσεις ἱκανοὶ διαφθείρειν εἰσί.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기