- 텍스트

Plutarch, De invidia et odio, section 6

(플루타르코스, De invidia et odio, section 6)

ἀνάγκη τοίνυν τὰ πάθη ταῦτα τοῖς αὐτοῖς ὥσπερ τὰ φυτὰ καὶ τρέφεσθαι καὶ αὔξεσθαι καὶ ἐπιγίγνεσθαι πέφυκεν ἀλλήλοις.? μισοῦμέν γε μᾶλλον τοὺς μᾶλλον εἰς πονηρίαν ἐπιδιδόντας, φθονοῦσι δὲ μᾶλλον τοὺς μᾶλλον ἐπ ἀρετῇ προϊέναι δοκοῦσι.

διὸ καὶ Θεμιστοκλῆς ἔτι μειράκιον ὢν οὐδὲν ἔφη πράττειν λαμπρόν:

οὔπω γὰρ φθονεῖσθαι. καθάπερ γὰρ αἱ κανθαρίδες ἐμφύονται μάλιστα τῷ ἀκμάζοντι σίτῳ καὶ τοῖς εὐθαλέσι ῥόδοις, οὕτως ὁ φθόνος ἅπτεται μάλιστα τῶν χρηστῶν καὶ αὐξομένων πρὸς ἀρετὴν καὶ δόξαν ἠθῶν καὶ προσώπων. καὶ τοὐναντίον αὖ πάλιν αἱ μὲν ἄκρατοι πονηρίαι συνεπιτείνουσι τὸ μῖσος.

τοὺς γοῦν Σωκράτη συκοφαντήσαντας ὡς εἰς ἔσχατον κακίας ἐληλακότας οὕτως ἐμίσησαν οἱ πολῖται καὶ ἀπεστράφησαν, ὡς μήτε πῦρ αὐείν μήτε ἀποκρίνεσθαι πυνθανομένοις μήτ λουομένοις κοινωνεῖν ὕδατος, ἀλλ ἀναγκάζειν ἐκχεῖν ἐκεῖνο τοὺς παραχύτας ὡς μεμιασμένον, ἑώς ἀπήγξαντο μὴ φέροντες τὸ μῖσος.

αἱ δὲ τῶν εὐτυχημάτων ὑπεροχαὶ καὶ λαμπρότητες πολλάκις τὸν φθόνον κατασβεννύουσιν.

οὐ γὰρ εἰκὸς Ἀλεξάνδρῳ τινὰ φθονεῖν οὐδὲ Κύρῳ, κρατήσασι καὶ γενομένοις κυρίοις ἁπάντων. καταχεόμενος τὸ φῶς ἢ παντάπασι τὴν σκιὰν ἀνεῖλεν ἢ μικρὰν ἐποίησεν, οὕτω πολὺ τῶν ὕψος λαβόντων καὶ γενομένων κατὰ κεφαλῆς τοῦ φθόνου, συστέλλεται καὶ ἀναχωρεῖ καταλαμπόμενος.

τὸ μέντοι μῖσος οὐκ ἀνίησιν ἡ τῶν ἐχθρῶν ὑπεροχὴ καὶ δύναμις.

ὁ γοῦν Ἀλέξανδρος φθονοῦντα μὲν οὐδέν εἶχε, μισοῦντας δὲ πολλοὺς ὑφ ὧν τέλος ἐπιβουλευθεὶς ἀπέθανεν. ὁμοίως τοίνυν καὶ τὰ δυστυχήματα τοὺς μὲν φθονοῦντας παύει τὰς δ αὖ ἔχθρας οὐκ ἀναιρεῖ: μισοῦσι γὰρ καὶ ταπεινοὺς τοὺς ἐχθροὺς γενομένους, φθονεῖ δ οὐδεὶς τῷ δυστυχοῦντι.

ἀλλὰ καὶ τὸ ῥηθὲν ὑπό τινος τῶν καθ ἡμᾶς σοφιστῶν, ὅτι ἥδισθ οἱ φθονοῦντες ἐλεοῦσιν, ἀληθές ἐστιν: ὡς τὸ μὲν μῖσος οὔτ εὐτυχούντων οὔτε δυστυχούντων ἀφίστασθαι πέφυκεν, ὁ δὲ φθόνος πρὸς τὴν ἀμφοῖν ὑπερβολὴν ἀπαγορεύει.?

상위

Plutarch (플루타르코스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION