호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀρήιος ὁ κῶμος οὗτος ἐκ γῆς ἅμα φάλαγξι καὶ στόλοις ἐκ θαλάττης καὶ μεμιγμένοις σκύλοις καὶ τροπαίοις βεβριθώς.? κλῦθ Ἀλαλά, Πολέμου θύγατερ, ἐγχέων προοίμιον, ᾇ θύεται ἄνδρες τὸν ἱρόθυτον θάνατον, ὡς ὁ Θηβαῖος Ἐπαμεινώνδας εἶπεν, ὑπὲρ πατρίδος καὶ τάφων καὶ ἱερῶν ἐπιδιδόντες ἑαυτοὺς τοῖς καλλίστοις καὶ λαμπροτάτοις ἀγῶσιν. ὧν τὰς Νίκας μοι δοκῶ προσερχομένας, οὐ βοῦν ἔπαθλον ἑλκούσας ἢ τράγον, οὐδ ἀνεστεμμένας κιττῷ καὶ Διονυσιακῆς τρυγὸς ὀδωδυίας:
ἀλλ ὅλαι μὲν πόλεις αὐτῶν εἰσι καὶ νῆσοι καὶ ἤπειροι, καὶ ναοὶ χιλιοτάλαντοι καὶ δήμων ἀποικισμοὶ μυρίανδροι, τροπαίοις δὲ παντοδαποῖς ἀναστέφονται καὶ λαφύροις:
ὧν ἀγάλματα καὶ σύμβολα παρθενῶνες ἑκατόμπεδοι, νότια τείχη, νεῶν οἶκοι, προπύλαια, Χερρόνησος, Ἀμφίπολις.
Μαραθὼν τὴν Μιλτιάδου Νίκην προπέμπει, καὶ Σαλαμὶς τὴν Θεμιστοκλέους, χιλίων: σκαφῶν ναυαγίοις ἐπιβεβηκυῖαν.
φέρει δ ἡ μὲν Κίμωνος τριήρεις ἑκατὸν Φοινίσσας ἀπ Εὐρυμέδοντος, ἡ δὲ Δημοσθένους καὶ Κλέωνος ἀπὸ Σφακτηρίας τὴν Βρασίδου ἀσπίδ αἰχμάλωτον καὶ δεδεμένους Σπαρτιάτας. ἡ δὲ Θρασυβούλου κατάγει τὸν δῆμον ἀπὸ Φυλῆς ἐλεύθερον, αἱ δ Ἀλκιβιάδου περὶ Σικελίαν ὀλισθοῦσαν τὴν πόλιν ἐγείρουσιν ἐκ δὲ τῶν Νειλέου καὶ Ἀνδρόκλου περὶ Λυδίαν καὶ Καρίαν ἀγώνων Ιὠνίαν ἀνισταμένην ἐπεῖδεν ἡ Ἑλλάς.
τῶν δ ἄλλων ἑκάστης ἂν πύθῃ τί τῇ πόλει γέγονεν ἐξ αὐτῆς ἀγαθόν, ἡ μὲν ἐρεῖ Λέσβον, ἡ δὲ Σάμον, ἡ δὲ Κύπρον, ἡ δὲ Πόντον Εὔξεινον, ἡ δὲ πεντακοσίας τριήρεις, ἡ δὲ μυρία τάλαντα, προῖκα τῆς δόξης καὶ τῶν τροπαίων. ταῦθ ἡ πόλις ἑορτάζει καὶ ὑπὲρ τούτων θύει τοῖς θεοῖς, οὐκ ἐπὶ ταῖς Αἰσχύλου νίκαις ἢ Σοφοκλέους οὐδ ὅτε Καρκίνος Αἐρόπῃ συνῆν ἢ Ἕκτορι Ἀστυδάμας, ἀλλ ἕκτῃ μὲν ἱσταμένου Βοηδρομιῶνος ἐσέτι νῦν τὴν ἐν Μαραθῶνι νίκην ἡ πόλις ἑορτάζει:
ἕκτῃ δ ἐπὶ δέκα μηνὸς οἰνοχοεῖται τῆς:
Χαβρίου περὶ Νάξον ἐπινίκια ναυμαχίας:
τῇ δὲ δωδεκάτῃ χαριστήρια ἔθυον ἐλευθερίας: ἐν ἐκείνῃ γὰρ οἱ ἀπὸ Φυλῆς κατῆλθον. τρίτῃ δ ἱσταμένου τὴν ἐν Πλαταιαῖς μάχην ἐνίκων. τοῖς Ἕλλησι περὶ Σαλαμῖνα νικῶσιν ἐπέλαμψεν ἡ θεὸς:
πανσέληνος.
τὴν δὲ δωδεκάτην τοῦ Σκιρροφοριῶνος ἱερωτέραν ἐποίησεν ὁ Μαντινειακὸς ἀγών, ἐν ᾧ τῶν ἄλλων συμμάχων ἐκβιασθέντων καὶ τραπέντων, μόνοι τὸ καθ ἑαυτοὺς νικήσαντες ἔστησαν τρόπαιον ἀπὸ τῶν νικώντων πολεμίων. ταῦτα τὴν πόλιν ἤγειρεν εἰς δόξαν, ταῦτ εἰς μέγεθος:
"παῖδες Ἀθαναίων ἐβάλοντο φαεννὰν κρηπῖδ ἐλευθερίας:
ἐπί τε Σαλαμῖνι καὶ Μυκάλῃ καὶ Πλαταιαῖς ὥσπερ ἀδαμάντινοι στηρίξαντες τὴν ἐλευθερίαν τῆς Ἑλλάδος παρέδοσαν τοῖς ἄλλοις ἀνθρώποις.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기