호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοῖς πεπραγμένοις ἐοικότα λέγειν, ὡς Ὅμηρος ἔφη ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα.? λέγεται δὲ καὶ Μενάνδρῳ τῶν συνήθων τις εἰπεῖν "ἐγγὺς οὖν Μένανδρε τὰ Διονύσια, καὶ σὺ τὴν κωμῳδίαν οὐ πεποίηκας· "νὴ τοὺς θεοὺς ἔγωγε πεποίηκα τὴν κωμῳδίαν:
"ᾠκονόμηται γὰρ ἡ διάθεσις: "δεῖ δ αὐτῇ τὰ στιχίδια ἐπᾷσαι" ὅτι καὶ αὐτοὶ τὰ πράγματα τῶν λόγων ἀναγκαιότερα καὶ κυριώτερα νομίζουσιν. ἡ δὲ Κόριννα τὸν Πίνδαρον, ὄντα νέον ἔτι καὶ τῇ λογιότητι σοβαρῶς χρώμενον, ἐνουθέτησεν ὡς ἄμουσον ὄντα μὴ ποιοῦντα μύθους, ὃ τῆς ποιητικῆς ἔργον εἶναι συμβέβηκε:
γλώσσας δὲ καὶ καταχρήσεις καὶ μεταφράσεις καὶ μέλη καὶ ῥυθμοὺς ἡδύσματα τοῖς πράγμασιν ὑποτίθεται.
τοῖς λεγομένοις ἐποίησεν ἐκεῖνο τὸ μέλος Ἰσμηνὸν ἢ χρυσαλάκατον Μελίαν, ἢ Κάδμον ἢ Σπαρτῶν ἱερὸν γένος ἀνδρῶν, ἢ τὸ πάνυ σθένος Ἡρακλέους ἢ τὰν Διωνύσου πολυγαθέα τιμάν.
δειξαμένου δὲ τῇ Κορίννῃ, γελάσασα ἐκείνη τῇ χειρὶ δεῖν ἔφη σπείρειν, ἀλλὰ μὴ ὅλῳ τῷ θυλάκῳ.
τῷ γὰρ, ὄντι συγκεράσας καὶ συμφορήσας πανσπερμίαν τινὰ μύθων ὁ Πίνδαρος εἰς τὸ μέλος ἐξέχεεν. ἀλλ ὅτι μὲν ἡ ποιητικὴ περὶ μυθοποιίαν ἐστί, καὶ Πλάτων εἴρηκεν. ὁ δὲ μῦθος εἶναι βούλεται λόγος , ψευδὴς ἐοικὼς ἀληθινῷ:
διὸ καὶ πολὺ τῶν ἔργων ἀφέστηκεν, εἰ λόγος μὲν ἔργου, καὶ λόγου δὲ μῦθος εἰκὼν καὶ εἴδωλόν ἐστι.
ἀπολείπονται τῶν πραττόντων οἱ λέγοντες.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기