- 텍스트

Plutarch, De genio Socratis, section 29

(플루타르코스, De genio Socratis, section 29)

ὁπλιζομένων δ ἡμῶν καὶ συνταττομένων, αὖθις ἀφικνεῖται Χάρων ἱλαρῷ τῷ προσώπῳ καὶ μειδιῶν καὶ προσβλέπων εἰς ἡμᾶς θαρρεῖν ἐκέλευεν, ὡς δεινοῦ μηδενὸς ὄντος ἀλλὰ τῆς πράξεως ὁδῷ βαδιζούσης.? "ὁ γὰρ Ἀρχίας, ἔφη, καὶ ὁ Φίλιππος ὡς ἤκουσαν ἥκειν ἐμὲ κεκλημένον, ἤδη βαρεῖς ὑπὸ τῆς μέθης ὄντες καὶ συνεκλελυμένοι τοῖς σώμασι τὰς ψυχάς,:

"μόλις διαναστάντες ἔξω προῆλθον ἐπὶ τὰς θύρας. "εἶναι λέγονται καὶ τίνες·

ὁ Ἀρχίας εἶπε:

"καί σε τούτου χάριν ἐλθεῖν ἐκελεύσαμεν, εἰ δή τι τυγχάνοις σαφέστερον ἀκηκοώς. εἶναι τὴν μήνυσιν οὐ βέβαιον, οὐδ ὑπὸ τῶν συνειδότων ἐξενηνέχθαι τὴν πρᾶξιν οὐδενός:

οὐ γὰρ ἂν ἀγνοεῖν τὴν ,οἰκίαν αὐτούς, εἴ τις εἰδὼς ἀκριβῶς ἐμήνυεν:

ἄλλως δ ὑποψίαν ἢ λόγον ἄσημον ἐν τῇ πόλει περιφερόμενον ἥκειν εἰς ἐκείνους. "ζῶντος μὲν Ἀνδροκλείδου πολλάκις ἐπίσταμαι φήμας τοιαύτας ῥυείσας διακενῆς καὶ λόγους ψευδεῖς ἐνοχλήσαντας ἡμῖν: "ἀκήκοα τοιοῦτον, ὦ Ἀρχία σκέψομαι δὲ τὸν λόγον, εἰ κελεύεις:

"κἂν πύθωμαί τι φροντίδος ἄξιον, οὐ λήσεται ὑμᾶς. "μηδέν, ὦ Χάρων, ἀδιερεύνητον μηδ ἄπυστον ὑπὲρ τούτων ἀπολίπῃς: "τί γὰρ κωλύει μηδενὸς καταφρονεῖν ἀλλὰ πάντα φυλάττεσθαι καὶ προσέχειν· "καλὸν γὰρ ἡ πρόνοια καὶ τὸ ἀσφαλές" ἅμα δὲ τὸν Ἀρχίαν ὑπολαβὼν ἀπῆγεν εἰς τὸν οἶκον, ἐν ᾧ πίνοντες τυγχάνουσιν. "προσευξάμενοι δὲ τοῖς θεοῖς ἐξίωμεν.

ταῦτα τοῦ Χάρωνος εἰπόντος, εὐχόμεθα τοῖς θεοῖς καὶ παρεκαλοῦμεν ἀλλήλους.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION