- 텍스트

Plutarch, De genio Socratis, section 27

(플루타르코스, De genio Socratis, section 27)

ὡς οὖν ἅπαντες ἔνδον ἦμεν, πεντήκοντα δυεῖν δέοντες, ἤδη τοῦ Θεοκρίτου καθ ἑαυτὸν ἐν οἰκίσκῳ τινὶ σφαγιαζομένου, πολὺς ἦν τῆς θύρας ἀραγμός:? τοῦ Ἀρχίου δύο κόπτειν τὴν αὔλειον ἀπεσταλμένους σπουδῇ πρὸς Χάρωνα, καὶ κελεύειν ἀνοίγειν καὶ ἀγανακτεῖν, βράδιον ὑπακουόντων.

θορυβηθεὶς οὖν ὁ Χάρων, ἐκείνοις μὲν εὐθὺς ἀνοιγνύναι προσέταξεν, αὐτὸς δ ἀπαντήσας ἔχων στέφανον ὡς τεθυκὼς καὶ πίνων, ἐπυνθάνετο τῶν ὑπηρετῶν ὅ τι βούλοιντο.

"Ἀρχίας καὶ Φίλιππος ἔπεμψαν ἡμᾶς κελεύοντες ὡς τάχιστὰ ς ἣκειν πρὸς αὐτούς.

"πλέον:

"ἀλλὰ τί λέγωμεν αὐτοῖς· "θεὶς τὸν στέφανον ἢδη καὶ λαβὼν τὸ ἱμάτιον ἕπομαι μεθ ὑμῶν γὰρ τηνικαῦτα βαδίζων διαταράξω τινὰς ὡς: "ἀγόμενος. "ποίει καὶ γὰρ ἡμᾶς δεῖ τοῖς ὑπὸ πόλιν φρουροῖς κομίσαι τι πρόσταγμα παρὰ τῶν ἀρχόντων" ἐκεῖνοι μὲν οὖν ᾤχοντο.

τοῦ δὲ Χάρωνος εἰσελθόντος·

πρὸς ἡμᾶς καὶ ταῦτα φράσαντος, ἔκπληξις ἅπαντας ἔσχεν οἰομένους μεμηνῦσθαι καὶ τὸν Ἱπποσθενείδαν ὑπενόουν οἱ πλεῖστοι, κωλῦσαι μὲν ἐπιχειρήσαντα τὴν κάθοδον διὰ τοῦ Χλίδωνος, ἐπεὶ δ ἀπέτυχε καὶ συνῆπται τῷ καιρῷ τὸ δεινόν, ἐξενηνοχέναι πιθανὸν ὄντα τὴν πρᾶξιν ὑπὸ δέους: ᾠόμεθα χρῆναι βαδίζειν καὶ ὑπακούειν τοῖς ἄρχουσι καλούμενον.

"ὦ ἄνδρες, ἐμοὶ μόνος ἐστὶ καὶ ἀγαπητός, ὥσπερ ἴστε:

"τοῦτον ὑμῖν παραδίδωμι πρὸς θεῶν ἅπασι πρὸς δαιμόνων ἐπισκήπτων: "εἰ φανείην ἐγὼ πονηρὸς περὶ ὑμᾶς, ἀποκτείνατε, μὴ φείσησθ ἡμῶν: "τὸ δὲ λοιπόν, ὦ ἄνδρες ἀγαθοί, πρὸς τὸ συμπεσὸν ἀντιτάξασθε, μὴ πρόησθε τὰ σώματα διαφθεῖραι τοῖς αἰσχίστοις ἀνάνδρως καὶ ἀκλεῶς, ἀλλ ἀμύνασθε τὰς ψυχὰς ἀηττήτους τῇ πατρίδι φυλάττοντες: ταῦτα τοῦ Χάρωνος λέγοντος, τὸ μὲν φρόνημα καὶ τὴν καλοκἀγαθίαν ἐθαυμάζομεν, πρὸς δὲ τὴν ὑποψίαν ἠγανακτοῦμεν καὶ ἀπάγειν ἐκελεύομεν τὸν παῖδα.

"οὐδ εὖ βεβουλεῦσθαι δοκεῖς ἡμῖν, ὦ Χάρων, μὴ μεταστησάμενος εἰς οἰκίαν ἑτέραν τὸν υἱόν:

"τί γὰρ αὐτὸν δεῖ κινδυνεύειν μεθ ἡμῶν ἐγκαταλαμβανόμενον· "καὶ νῦν ἐκπεμπτέος, ἵν ἡμῖν, ἐάν τι πάσχωμεν, εὐγενὴς ὑποτρέφηται τιμωρὸς· "ἐπὶ τοὺς τυράννους. "αὐτοῦ παραμενεῖ καὶ κινδυνεύσει μεθ ὑμῶν:

"οὐδὲ γὰρ τούτῳ καλὸν ὑποχείριον γενέσθαι τοῖς ἐχθροῖς ἀλλὰ τόλμα παρ ἡλικίαν, ὦ παῖ , γευόμενος ἄθλων ἀναγκαίων, καὶ κινδύνευε μετὰ πολλῶν καὶ ἀγαθῶν πολιτῶν ὑπὲρ ἐλευθερίας καὶ ἀρετῆς: "πολλὴ δ ἐλπὶς ἔτι λείπεται: "καὶ πού τις ἐφορᾷ θεῶν ἡμᾶς ἀγωνιζομένους περὶ τῶν δικαίων.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION