호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"ἔφη δὲ καταβὰς εἰς τὸ μαντεῖον περιτυχεῖν σκότῳ πολλῷ τὸ πρῶτον, εἶτ ἐπευξάμενος κεῖσθαι πολὺν χρόνον, οὐ μάλα συμφρονῶν ἐναργῶς εἴτ ἐγρήγορεν εἴτ ὠνειροπόλει πλὴν δόξαι γε, τῆς κεφαλῆς ἅμα ψόφῳ προσπεσόντι πληγείσης, τὰς ῥαφὰς διαστάσας μεθιέναι τὴν ψυχήν.? ὡς δ ἀναχωροῦσα κατεμίγνυτο πρὸς ἀέρα διαυγῆ καὶ καθαρὸν ἀσμένη, πρῶτον μὲν ἀναπνεῦσαι τότε δοκεῖν διὰ χρόνου συχνοῦ σιεινομένην τέως, καὶ πλείονα γίγνεσθαι τῆς πρότερον ὥσπερ ἱστίον ἐκπεταννύμενον ἔπειτα κατακούειν ἀμαυρῶς ῥοίζου τινὸς ὑπὲρ κεφαλῆς περιελαυνομένου φωνὴν ἡδεῖαν ἱέντος. "ἀναβλέψας δὲ τὴν μὲν γῆν οὐδαμοῦ καθορᾶν, νήσους δὲ λαμπομένας μαλακῷ πυρί, κατ ἀλλήλων ἐξαμειβούσας ἄλλην ἄλλοτε χρόαν, ὥσπερ βαφὴν ἄγειν τῷ φωτὶ ποικιλλομένῳ κατὰ τὰς μεταβολάς. φαίνεσθαι δὲ πλήθει μὲν ἀναρίθμους μεγέθει δ ὑπερφυεῖς, οὐκ ἴσας δὲ πάσας ἀλλ ὁμοίως κυκλοτερεῖς: "οἰέσθαι δὲ ταύταις τὸν αἰθέρα κύκλῳ φερομέναις ὑπορροιζεῖν εἶναι γὰρ ὁμολογουμένην τῇ τῆς κινήσεως λειότητι τὴν πραότητα τῆς φωνῆς ἐκείνης ἐκ πασῶν συνηρμοσμένης. "διὰ μέσου δ αὐτῶν θάλασσαν ἢ λίμνην ὑποκεχύσθαι τοῖς χρώμασι διαλάμπουσαν διὰ τῆς γλαυκότητος ἐπιμιγνυμένοις: "καὶ τῶν νήσων ὀλίγας μὲν ἐκπλεῖν κατὰ πόρον καὶ διακομίζεσθαι πέραν τοῦ ῥεύματος, ἄλλας δὲ πολλὰς ἐφέλκεσθαι τῇ σχεδὸν ὑποφερομένας. "εἶναι δὲ τῆς θαλάσσης πῆ μὲν πολὺ βάθος κατὰ νότον, μάλιστα δ ἀραιὰ τενάγη καὶ βραχέα, πολλαχῆ δὲ καὶ ὑπερχεῖσθαι καὶ ἀπολείπειν αὖθις οὐ μεγάλας ἐκβολὰς λαμβάνουσαν, καὶ τῆς χρόας τὸ μὲν ἄκρατον καὶ πελάγιον, τὸ δ οὐ καθαρὸν ἀλλὰ συγκεχυμένον καὶ λιμνῶδες. "τῶν: "δὲ ῥοθίων τὰς νήσους ἅμα περαινομένας ἐπανάγειν οὐδὲν εἰς ταὐτὸ τῇ ἀρχῇ συνάπτειν πέρας οὐδὲ ποιεῖν κύκλον, ἀλλ ἡσυχῆ παραλλάσσειν τὰς ἐπιβολὰς ἕλικα ποιούσας μίαν ἐν τῷ περιστρέφεσθαι. "τούτων δὲ πρὸς τὸ μέσον μάλιστα τοῦ περιέχοντος καὶ μέγιστον ἐγκεκλίσθαι τὴν θάλασσαν ὀλίγῳ τῶν ὀκτὼ μερῶν τοῦ παντὸς ἔλαττον, ὡς αὐτῷ κατεφαίνετο: "δύο δ αὐτὴν ἔχειν ἀναστομώσεις πυρὸς ἐμβάλλοντας ἐναντίους ποταμοὺς δεχομένας, ὡς ἐπὶ πλεῖστον ἀνακοπτομένην κοχλάζειν καὶ ἀπολευκαίνεσθαι τὴν γλαυκότητα. "ταῦτα μὲν οὖν ὁρᾶν τερπόμενος τῇ θέᾳ: "κάτω δ ἀπιδόντι φαίνεσθαι χάσμα μέγα στρογγύλον οἱο῀ν ἐκτετμημένης σφαίρας, φοβερὸν δὲ δεινῶς καὶ βαθύ, πολλοῦ σκότους πλῆρες οὐχ ἡσυχάζοντος ἀλλ ἐκταραττομένου καὶ ἀνακλύζοντος πολλάκις: "ὅθεν ἀκούεσθαι μυρίας μὲν ὠρυγὰς καὶ στεναγμοὺς ζῴων μυρίων δὲ κλαυθμὸν βρεφῶν καὶ μεμιγμένους ἀνδρῶν καὶ γυναικῶν ὀδυρμούς, ψόφους δὲ παντοδαποὺς καὶ θορύβους ἐκ βάθους πόρρωθεν ἀμυδροὺς ἀναπεμπομένους οἷς οὐ μετρίως αὐτὸς ἐκπεπλῆχθαι. "χρόνου δὲ προϊόντος, εἰπεῖν τινα πρὸς αὐτὸν οὐχ ὁρώμενον ὦ Τίμαρχε, τί ποθεῖς πυθέσθαι φράσαι δ αὐτὸν ὅτι πάντα, τί γὰρ οὐ θαυμάσιον· "ἀλλ ἡμῖν φάναι τῶν ἄνω μέτεστι μικρόν: "ἄλλων γὰρ θεῶν ἐκεῖνα: "τὴν δὲ Φερσεφόνης μοῖραν, ἣν ἡμεῖς διέπομεν , τῶν τεττάρων μίαν οὖσαν ὧν ἡ Στὺξ ὁρίζει, βουλομένῳ σοι σκοπεῖν πάρεστιν ἐρομένου δ αὐτοῦ τίς ἡ Στύξ ἐστιν· "ὁδὸς εἰς Αἵδου φάναι καὶ πρόεισιν ἐξ ἐναντίας, αὐτῇ σχίζουσα τῇ κορυφῇ τὸ φῶς ἀνατείνουσα δ , ὡς ὁρᾷς, ἐκ τοῦ Αἵδου κάτωθεν ᾗ ψαύει περιφερομένη καὶ τοῦ φωτός, ἀφορίζει τὴν ἐσχάτην μερίδα τῶν ὅλων. "τέσσαρες δ εἰσὶν ἀρχαὶ πάντων, ζωῆς μὲν ἡ πρώτη κινήσεως δ ἡ δευτέρα γενέσεως δ ἡ τρίτη φθορᾶς· "δ ἡ τελευταία: "συνδεῖ δὲ τῇ μὲν δευτέρᾳ τὴν πρώτην Μονὰς κατὰ τὸ ἀόρατον· "τὴν δὲ δευτέραν τῇ τρίτῃ Νοῦς καθ , ἣλιον, τὴν δὲ τρίτην πρὸς τετάρτην Φύσις κατὰ σελήνην· "τῶν δὲ συνδέσμων ἑκάστου Μοῖρα κλειδοῦχος Ἀνάγκης θυγάτηρ κάθηται, τοῦ μὲν πρώτου Ἄτροπος τοῦ δὲ δευτέρου Κλωθώ, τοῦ δὲ πρὸς σελήνην Λάχεσις, περὶ ἣν ἡ καμπὴ τῆς γενέσεως. "αἱ μὲν γὰρ ἄλλαι, νῆσοι θεοὺς ἔχουσι σελήνη δὲ δαιμόνων, ἐπιχθονίων οὖσα φεύγει τὴν Στύγα μικρὸν ὑπερφέρουσα: "λαμβάνεται δ ἅπαξ ἐν μέτροις δευτέροις ἑκατὸν ἑβδομήκοντα ἑπτά: "καὶ τῆς Στυγὸς ἐπιφερομένης αἱ ψυχαὶ βοῶσι δειμαίνουσαι πολλὰς γὰρ ὁ Αἵδης ἀφαρπάζει περιολισθανούσας ἄλλας δ ἀνακομίζεται κάτωθεν ἡ σελήνη προσνηχομένας, αἷς εἰς καιρὸν τῆς γενέσεως ἡ τελευτὴ συνέπεσε, πλὴν ὅσαι μιαραὶ καὶ ἀκάθαρτοι ταύτας δ ἀστράπτουσα καὶ μυκωμένη φοβερὸν οὐκ ἐᾷ πελάζειν, ἀλλὰ θρηνοῦσαι τὸν ἑαυτῶν πότμον ἀποσφαλλόμεναι φέρονται κάτω πάλιν ἐπ ἄλλην γένεσιν, ὡς ὁρᾷς. ἀλλ οὐδὲν ὁρῶ τὸν Τίμαρχον εἰπεῖν ἢ πολλοὺς ἀστέρας περὶ τὸ χάσμα παλλομένους, ἑτέρους δὲ καταδυομένους εἰς αὐτό, τοὺς δ ᾅττοντας αὖ κάτωθεν. "αὐτοὺς ἄρα φάναι τοὺς δαίμονας ὁρῶν ἀγνοεῖς. ἔχει γὰρ ὧδε: "ψυχὴ πᾶσα νοῦ μετέσχεν, ἄλογος δὲ καὶ ἄνους οὐκ ἔστιν, ἀλλ ὅσον ἂν αὐτῆς σαρκὶ μιχθῇ καὶ πάθεσιν, ἀλλοιούμενον τρέπεται καθ ἡδονὰς καὶ ἀλγηδόνας εἰς τὸ ἄλογον. "μίγνυται δ οὐ πᾶσα τὸν αὐτὸν τρόπον: "ἀλλ αἱ μὲν ὅλαι κατέδυσαν εἰς σῶμα, καὶ δι ὅλων ἀναταραχθεῖσαι τὸ σύμπαν ὑπὸ παθῶν. διαφέρονται κατὰ τὸν βίον: "αἱ δὲ πῆ μὲν ἀνεκράθησαν, πῆ δ ἔλιπον ἔξω τὸ καθαρώτατον, οὐκ ἐπισπώμενον ἀλλ οἱο῀ν ἀκρόπλουν ἐπιψαῦον ἐκ κεφαλῆς τοῦ ἀνθρώπου καθάπερ ἐν βυθῷ δεδυκότος ἄρτημα κορυφαῖον, ὀρθουμένης περὶ αὐτὸ τῆς ψυχῆς ἀνέχον ὅσον ὑπακούει καὶ οὐ κρατεῖται τοῖς πάθεσιν. "τὸ μὲν οὖν ὑποβρύχιον ἐν τῷ σώματι φερόμενον ψυχὴ λέγεται: "τὸ δὲ φθορᾶς λειφθὲν οἱ πολλοὶ νοῦν καλοῦντες ἐντὸς εἶναι νομίζουσιν αὑτῶν, ὥσπερ ἐν τοῖς ἐσόπτροις τὰ φαινόμενα κατ ἀνταύγειαν οἱ δ ὀρθῶς ὑπονοοῦντες, ὡς ἐκτὸς ὄντα δαίμονα προσαγορεύουσι. "τοὺς μὲν οὖν ἀποσβέννυσθαι δοκοῦντας ἀστέρας, ὦ Τίμαρχε φάναι τὰς εἰς σῶμα καταδυομένας ὅλας ψυχὰς ὁρᾶν νόμιζε, τοὺς δ οἱο῀ν ἀναλάμποντας πάλιν καὶ ἀναφαινομένους κάτωθεν, ἀχλύν τινα καὶ ζόφον ὥσπερ πηλὸν ἀποσειομένους, τὰς ἐκ τῶν σωμάτων ἐπαναπλεούσας μετὰ τὸν θάνατον: "οἱ δ ἄνω διαφερόμενοι δαίμονὲς εἰσι τῶν νοῦν ἔχειν λεγομένων ἀνθρώπων. "πειράθητι δὲ κατιδεῖν ἑκάστου τὸν σύνδεσμον, ᾧ τῇ ψυχῇ συμπέφυκε. "ταῦτ ἀκούσας αὐτὸς ἀκριβέστερον προσέχειν καὶ θεᾶσθαι τῶν ἀστέρων ἀποσαλεύοντας τοὺς μὲν ἧττον τοὺς δὲ μᾶλλον, ὥσπερ τοὺς τὰ δίκτυα διασημαίνοντας ἐν τῇ θαλάσσῃ φελλοὺς ὁρῶμεν ἐπιφερομένους: "ἐνίους δὲ τοῖς κλωθομένοις ἀτράκτοις ὁμοίως ἐγκατατεταραγμένην καὶ ἀνώμαλον ἕλκοντας, οὐ δυναμένους καταστῆσαι τὴν κίνησιν ἐπ εὐθείας. "λέγειν δὲ τὴν φωνὴν τοὺς μὲν εὐθεῖαν καὶ τεταγμένην κίνησιν ἔχοντας εὐηνίοις ψυχαῖς χρῆσθαι διὰ τροφὴν καὶ παίδευσιν ἀστείαν, οὐκ ἄγαν σκληρὸν καὶ ἄγριον παρεχομέναις τὸ ἄλογον τοὺς δ ἄνω καὶ κάτω πολλάκις ἀνωμάλως καὶ τεταραγμένως ἐγκλίνοντας, οἱο῀ν ἐκ δεσμοῦ σπαραττομένους, δυσπειθέσι καὶ ἀναγώγοις δι ἀπαιδευσίαν ζυγομαχεῖν ἤθεσι, πῆ μὲν κρατοῦντας καὶ περιάγοντας· "ἐπὶ δεξιάν, πῆ δὲ καμπτομένους ὑπὸ τῶν παθῶν καὶ συνεφελκομένους τοῖς ἁμαρτήμασιν, εἶτα πάλιν ἀντιτείνοντας καὶ βιαζομένους. "τὸν μὲν γὰρ σύνδεσμον οἱᾶ χαλινὸν τῷ ἀλόγῳ τῆς ψυχῆς ἐμβεβλημένον, ὅταν ἀντισπάσῃ, τὴν λεγομένην μεταμέλειαν ἐπάγειν ταῖς ἁμαρτίαις καὶ τὴν ἐπὶ ταῖς ἡδοναῖς, ὅσαι παράνομοι καὶ ἀκρατεῖς, αἰσχύνην, ἀλγηδόνα καὶ πληγὴν οὖσαν ἐνθένδε τῆς ψυχῆς ὑπὸ τοῦ κρατοῦντος καὶ ἄρχοντος ἐπιστομιζομένης: "μέχρι ἂν οὕτω κολαζομένη πειθήνιος γένηται καὶ συνήθης ὥσπερ θρέμμα πρᾶον ἄνευ πληγῆς καὶ ἀλγηδόνος ὑπὸ συμβόλων ὀξέως καὶ σημείων, αἰσθανομένη τοῦ δαίμονος. "αὗται μὲν οὖν ὀψέ ποτε καὶ βραδέως ἄγονται καὶ καθίστανται πρὸς τὸ δέον. "ἐκ δὲ τῶν εὐηνίων ἐκείνων καὶ κατηκόων εὐθὺς ἐξ ἀρχῆς καὶ γενέσεως τοῦ οἰκείου δαίμονος καὶ τὸ μαντικόν ἐστι καὶ θεοκλυτούμενον γένος: "ὧν τὴν Ἑρμοδώρου τοῦ Κλαζομενίου ψυχὴν ἀκήκοας δήπουθεν, ὡς ἀπολείπουσα παντάπασι τὸ σῶμα νύκτωρ καὶ μεθ ἡμέραν ἐπλανᾶτο πολὺν τόπον, εἶτ αὖθις ἐπανῄει, πολλοῖς τῶν μακρὰν λεγομένων καὶ πραττομένων ἐντυχοῦσα καὶ παραγενομένη: "μέχρι οὗ τὸ σῶμα, τῆς γυναικὸς προδούσης, λαβόντες οἱ ἐχθροὶ ψυχῆς ἔρημον οἴκοι κατέπρησαν. "τοῦτο: "μὲν οὖν οὐκ ἀληθές ἐστιν: "οὐ γὰρ ἐξέβαινεν ἡ ψυχὴ τοῦ σώματος, ὑπείκουσα δ ἀεὶ καὶ χαλῶσα τῷ δαίμονι τὸν σύνδεσμον ἐδίδου περιδρομὴν καὶ περιφοίτησιν, ὥστε πολλὰ συνορῶντα καὶ κατακούοντα τῶν ἐκτὸς εἰσαγγέλλειν. "οἱ δ ἀφανίσαντες τὸ σῶμα κοιμωμένου μέχρι νῦν δίκην ἐν τῷ ταρτάρῳ τίνουσι. "ταῦτα δ εἴσῃ φάναι σαφέστερον, ὦ νεανία, τρίτῳ μηνὶ : "νῦν δ ἄπιθι παυσαμένης δὲ τῆς φωνῆς, βούλεσθαι μὲν αὑτὸν ὁ Τίμαρχος ἔφη θεάσασθαι περιστρέφοντα, τίς ὁ φθεγγόμενος εἰή: "σφόδρα δὲ τὴν κεφαλὴν αὖθις ἀλγήσας, καθάπερ βίᾳ συμπιεσθεῖσαν, οὐδὲν ἔτι γιγνώσκειν οὐδ αἰσθάνεσθαι τῶν καθ ἑαυτόν: "εἶτα μέντοι μετὰ μικρὸν ἀνενεγκὼν ὁρᾶν αὑτὸν ἐν Τροφωνίου παρὰ τὴν εἴσοδον, οὗπερ ἐξ ἀρχῆς κατεκλίθη, κείμενον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기