호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τούτου δὲ σεισθέντος, ἑλκόμεναι σπῶσι καὶ συντείνουσι τὸν ἄνθρωπον.? ᾗ καὶ μάλιστα τὸ νοηθὲν ἡλίκην ἔχει ῥώμην καταμαθεῖν δίδωσιν: ὀστᾶ γὰρ ἀναίσθητα καὶ νεῦρα καὶ σάρκες ὑγρῶν περίπλεαι, καὶ βαρὺς ὁ ἐκ τούτων ὄγκος ἡσυχάζων καὶ κείμενος, : ἅμα τῷ τὴν ψυχὴν ἐν μνηστείᾳ βαλέσθαι τι καὶ πρὸς αὐτὸ κινῆσαι τὴν ὁρμήν, ὅλος ἀναστὰς καὶ συνταθείς, πᾶσι τοῖς μέρεσιν οἱο῀ν ἐπτερωμένος φέρεται πρὸς τὴν πρᾶξιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기