- 텍스트

Plutarch, De genio Socratis, section 20

(플루타르코스, De genio Socratis, section 20)

καὶ Φειδόλαον ἥψαντο, διαποροῦντες τίνος οὐσίας καὶ δυνάμεως εἰή τὸ Σωκράτους λεγόμενον δαιμόνιον.? ἃ μὲν οὖν πρὸς τὸν Γαλαξιδώρου λόγον ἀντεῖπεν ὁ Σιμμίας οὐκ ἠκούσαμεν αὐτὸς δὲ Σωκράτη μὲν ἔφη περὶ τούτων ἐρόμενός ποτε μὴ τυχεῖν ἀποκρίσεως, διὸ μηδ αὖθις ἐρέσθαι πολλάκις δ αὐτῷ παραγενέσθαι τοὺς μὲν δι ὄψεως ἐντυχεῖν θείῳ τινὶ λέγοντας ἀλαζόνας ἡγουμένῳ, τοῖς δ ἀκοῦσαί τινος φωνῆς φάσκουσι:

παρίστατο, σκοπουμένοις ἰδίᾳ πρὸς ἀλλήλους, ὑπονοεῖν μήποτε τὸ Σωκράτους δαιμόνιον οὐκ ὄψις ἀλλὰ φωνῆς τινος αἴσθησις ἢ λόγου νόησις εἰή, συνάπτοντος ἀτόπῳ τινὶ τρόπῳ πρὸς αὐτόν:

νοήσεις λαμβάνοντες οἰόνται φθεγγομένων ἀκούειν, ἀλλὰ τοῖς μὲν ὡς ἀληθῶς ὄναρ ἡ τοιαύτη σύνεσις γίγνεται, δι ἡσυχίαν καὶ γαλήνην τοῦ σώματος, ὅταν καθεύδωσι μόλις ἐπήκοον ἔχουσι τὴν ψυχὴν τῶν κρειττόνων καὶ πεπνιγμένοι γε θορύβῳ τῶν παθῶν καὶ περιαγωγῇ τῶν χρειῶν εἰσακοῦσαι καὶ παρασχεῖν τὴν διάνοιαν οὐ δύνανται τοῖς δηλουμένοις.

τῷ σώματι μικρὰ τῶν ἀναγκαίων χάριν καταμιγνὺς αὑτόν, εὐαφὴς ἦν καὶ λεπτὸς ὑπὸ τοῦ προσπεσόντος ὀξέως μεταβαλεῖν :

τὸ δὲ προσπῖπτον οὐ φθόγγον ἀλλὰ λόγον ἄν τις εἰκάσειε δαίμονος, ἄνευ φωνῆς ἐφαπτόμενον αὐτῷ τῷ δηλουμένῳ τοῦ νοοῦντος πληγῇ γὰρ ἡ φωνὴ προσέοικε τῆς ψυχῆς, δι ὤτων βίᾳ τὸν λόγον εἰσδεχομένης, ὅταν ἀλλήλοις ἐντυγχάνωμεν.

ὁ δὲ τοῦ κρείττονος νοῦς ἄγει τὴν εὐφυᾶ ψυχὴν ἐπιθιγγάνων τῷ νοηθέντι πληγῆς μὴ δεομένην:

τὰς ὁρμάς, οὐ βιαίους ὑπὸ παθῶν ἀντιτεινόντων, ἀλλ εὐστρόφους καὶ μαλακὰς ὥσπερ ἡνίας ἐνδούσας.

οὐ δεῖ δὲ θαυμάζειν ὁρῶντας τοῦτο μὲν ὑπὸ μικροῖς·

οἰάξι μεγάλων περιαγωγὰς ὁλκάδων, τοῦτο δὲ τροχῶν κεραμεικῶν δίνησιν ἄκρας παραψαύσει χειρὸς ὁμαλῶς περιφερομένων: ἄψυχα μὲν γὰρ ἀλλ ὅμως τροχαλὰ ταῖς κατασκευαῖς ὑπὸ λειότητος ἐνδίδωσι πρὸς τὸ κινοῦν ῥοπῆς γενομένης. νοηθὲν κινεῖσθαι ἐνταῦθα γὰρ εἰς τὸ νοοῦν αἱ τῶν παθῶν καὶ ὁρμῶν κατατείνουσιν ἀρχαί:

τούτου δὲ σεισθέντος, ἑλκόμεναι σπῶσι καὶ συντείνουσι τὸν ἄνθρωπον.

ᾗ καὶ μάλιστα τὸ νοηθὲν ἡλίκην ἔχει ῥώμην καταμαθεῖν δίδωσιν: ὀστᾶ γὰρ ἀναίσθητα καὶ νεῦρα καὶ σάρκες ὑγρῶν περίπλεαι, καὶ βαρὺς ὁ ἐκ τούτων ὄγκος ἡσυχάζων καὶ κείμενος, : ἅμα τῷ τὴν ψυχὴν ἐν μνηστείᾳ βαλέσθαι τι καὶ πρὸς αὐτὸ κινῆσαι τὴν ὁρμήν, ὅλος ἀναστὰς καὶ συνταθείς, πᾶσι τοῖς μέρεσιν οἱο῀ν ἐπτερωμένος φέρεται πρὸς τὴν πρᾶξιν. ὄγκον, ἀλλ ἐν ὅσῳ μάλα δίχα φωνῆς ἐννοηθεὶς κινεῖ λόγος ἀπραγμόνως, οὕτως οὐκ ἂν οἶμαι δυσπείστως ἔχοιμεν ὑπὸ νοῦ κρείσσονος νοῦν καὶ ψυχῆς θειοτέρας ἂν ἄγεσθαι θύραθεν ἐφαπτομένης ἣν πέφυκεν ἐπαφὴν λόγος ἴσχειν πρὸς λόγον ὥσπερ φῶς ἀνταύγειαν.

τῷ γὰρ ὄντι τὰς μὲν ἀλλήλων νοήσεις οἱο῀ν ὑπὸ σκότῳ διὰ φωνῆς ψηλαφῶντες γνωρίζομεν:

αἱ δὲ τῶν δαιμόνων φέγγος ἔχουσαι τοῖς δυναμένοις ἐλλάμπουσιν, οὐ δεόμεναι ῥημάτων οὐδ ὀνομάτων, οἷς χρώμενοι πρὸς ἀλλήλους· οἱ ἄνθρωποι συμβόλοις εἴδωλα τῶν νοουμένων καὶ εἰκόνας ὁρῶσιν, αὐτὰ δ οὐ γιγνώσκουσι πλὴν οἷς ἔπεστιν ἴδιόν τι καὶ δαιμόνιον ὥσπερ εἴρηται φέγγος:

καίτοι τὸ περὶ τὴν φωνὴν γιγνόμενον ἔστιν παραμυθεῖται τοὺς ἀπιστοῦντας:

ὁ γὰρ ἀὴρ φθόγγοις ἐνάρθροις τυπωθεὶς καὶ γενόμενος δι ὅλου λόγος καὶ φωνὴ πρὸς τὴν ψυχὴν τοῦ ἀκροωμένου περαίνει τὴν νόησιν: ὥστε θαυμάζειν οὐκ ἄξιον, εἰ καὶ κατὰ τοῦτο τὸ νοηθὲν ὑπὸ τῶν ἀμεινόνων ὁ ἀὴρ τρεπόμενος δι εὐπάθειαν ἐνσημαίνεται τοῖς θείοις καὶ περιττοῖς ἀνδράσι τὸν τοῦ νοήσαντος λόγον.

ὥσπερ γὰρ αἱ πληγαὶ τῶν οντων ἀσπίσι χαλκαῖς ἁλίσκονται διὰ τὴν ἀντήχησιν , ὅταν ἐκ βάθους ἀναφερόμεναι προσπέσωσι , τῶν δ ἄλλων ἀδήλως διεκθέουσαι λανθάνουσιν: οὕτως οἱ τῶν δαιμόνων λόγοι διὰ πάντων φερόμενοι μόνοις ἐνηχοῦσι τοῖς ἀθόρυβον ἦθος καὶ νήνεμον ἔχουσι τὴν ψυχὴν, οὓς δὴ καὶ ἱεροὺς καὶ δαιμονίους ἀνθρώπους καλοῦμεν.

οἱ δὲ πολλοὶ καταδαρθοῦσιν οἰόνται τὸ δαιμόνιον ἀνθρώποις ἐπιθειάζειν:

εἰ δ ἐγρηγορότας καὶ καθεστῶτας ἐν τῷ φρονεῖν ὁμοίως κινοῦσι, θαυμαστὸν ἡγοῦνται καὶ ἄπιστον: ὥσπερ ἂν εἴ τις οἰοίτο, τὸν μουσικὸν ἀνειμένῃ τῇ λύρᾳ χρώμενον, ὅταν συστῇ τοῖς τόνοις ἢ καθαρμοσθῇ, μὴ ἅπτεσθαι μηδὲ χρῆσθαι.

πολυπραγμονεῖν περὶ Σωκράτους, ὡς κρείττονα δήπουθεν ἔχοντος ἐν αὑτῷ μυρίων διδασκάλων καὶ παιδαγωγῶν ἡγεμόνα πρὸς τὸν βίον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION