- 텍스트

Plutarch, De genio Socratis, section 17 7:

(플루타르코스, De genio Socratis, section 17 7:)

"ἄνθρωπε, τί δέδρακας ἡμᾶς·? "ἐὰν ἀνεὶς τὴν τραχύτητα τῆς φωνῆς, ἀνδρὸς ἡλικιώτου καὶ πολιὰς παραπλησίως ἔχοντος λογισμῶν μετάσχῃς. εἰ μὲν γὰρ εὐψυχίαν φιλοκίνδυνον ἀποδείξασθαι τοῖς πολίταις καὶ θυμὸν ὀλιγωροῦντα τοῦ βίου προῃρήμεθα, Φυλλίδα, πολὺ τὸ τῆς ἡμέρας μῆκος ἔτι: "καὶ τὴν ἑσπέραν μὴ περιμένωμεν ἀλλ ἤδη βαδίζωμεν ἐπὶ τοὺς τυράννους τὰ ξίφη λαβόντες: "ἀποκτιννύωμεν, ἀποθνήσκωμεν, ἀφειδῶμεν ἑαυτῶν. εἰ δὲ ταῦτα μὲν οὔτε δρᾶσαι χαλεπὸν οὔτε παθεῖν, ἐξελέσθαι δὲ τὰς Θήβας ὅπλων, τοσούτων πολεμίων περιεχόντων, καὶ τὴν Σπαρτιατῶν φρουρὰν ἀπώσασθαι δυσὶ νεκροῖς ἢ τρισὶν οὐ ῥᾴδιον οὑ᾿δὲ γὰρ τοσοῦτον εἰς τὰ συμπόσια καὶ τὰς ὑποδοχὰς παρεσκεύακε Φυλλίδας ἄκρατον, ὥστε τοὺς χιλίους καὶ πεντακοσίους Ἀρχία μεθυσθῆναι δορυφόρους ἀλλὰ κἂν ἐκεῖνον ἀνέλωμεν, ἐφεδρεύει, τῇ νυκτὶ νήφων Ἡριππίδας καὶ Ἄρκεσος᾿, τί σπεύδομεν κατάγειν φίλους καὶ οἰκείους ἄνδρας ἐπὶ προῦπτον ὄλεθρον, καὶ τοῦτο μηδ ἀγνοούντων τῶν ἐχθρῶν παντάπασι τὴν κάθοδον· "διὰ τί γὰρ Θεσπιεῦσι μὲν παρήγγελται τρίτην ἡμέραν ταύτην ἐν τοῖς ὅπλοις εἶναι προσέχειν, ὅταν οἱ Σπαρτιατῶν ἡγεμόνες καλῶσιν· "Ἀμφίθεον δὲ σήμερον, ὡς πυνθάνομαι, μέλλουσιν ἀνακρίναντες, ὅταν Ἀρχίας ἐπανέλθῃ, διαφθερεῖν. οὐ μεγάλα ταῦτα σημεῖα τοῦ μὴ λανθάνειν τὴν πρᾶξιν· "οὐ κράτιστον ἐπισχεῖν χρόνον οὐχὶ πολὺν ἀλλ ὅσον ἐξοσιώσασθαι τὰ θεῖα· "καὶ γὰρ οἱ μάντεις τῇ Δήμητρι τὸν βοῦν θύοντες πολὺν θόρυβον καὶ κίνδυνον λέγουσι δημόσιον ἀποσημαίνειν τὰ ἔμπυρα. "καὶ τὸ σοὶ πλείστης δεόμενον, ὦ Χάρων, εὐλαβείας, ἐχθὲς ἐξ ἀγροῦ μοι συνοδεύων Ὑπατόδωρος ὁ Ἐριάνθους χρηστὸς μὲν ἄλλως καὶ οἰκεῖος ἀνὴρ οὐδὲν δὲ τῶν πρασσομένων συνειδώς, ἔστι σοι φησὶν ὦ Ἱπποσθενείδα, Χάρων ἑταῖρος ἐμοὶ δ οὐ πάνυ συνήθης ἐὰν οὖν δοκῇ σοι, φράσον αὐτῷ φυλάττεσθαί τινα κίνδυνον ἐξ ἐνυπνίου μάλα δυσχεροῦς καὶ ἀτόπου: "τῆς γὰρ ἄλλης νυκτὸς ᾤμην αὐτοῦ τὴν οἰκίαν ὠδίνειν ὥσπερ κύουσαν αὐτὸν δὲ καὶ τοὺς φίλους συναγωνιῶντας εὔχεσθαι καὶ κύκλῳ παρεῖναι τὴν δὲ μυκᾶσθαι καὶ ἀφιέναι φωνάς τινας ἀνάρθρους, τέλος δὲ πῦρ λάμψαι πολὺ καὶ δεινὸν ἐξ αὐτῆς ἔνδοθεν, ὡς τὰ πλεῖστα τῆς πόλεως φλέγεσθαι τὴν δὲ Καδμείαν καπνῷ μόνῳ περιέχεσθαι τὸ δὲ πῦρ ἄνω μὴ ἐπιπολάζειν. ", ἡ μὲν οὖν ὄψις, ὦ Χάρων, ἣν ὁ ἄνθρωπος· "διεξῆλθε, τοιαύτη τις ἦν: "ἐγὼ δὲ καὶ παραχρῆμα κατέδεισα, καὶ πολὺ μᾶλλον ἀκούσας σήμερον ὡς εἰς τὴν σὴν οἰκίαν οἱ φυγάδες καταίρειν μέλλουσιν, ἀγωνιῶ, μὴ μεγάλων κακῶν ἐμπλήσωμεν ἡμᾶς αὐτοὺς, οὐδὲν ἀξιόλογον τοὺς πολεμίους δράσαντες ἀλλ ὅσον διαταράξαντες. "τὴν γὰρ πόλιν πρὸς ἡμῶν τίθεμαι, τὴν δὲ Καδμείαν ὥσπερ ἐστὶ πρὸς ἐκείνων.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION