- 텍스트

Plutarch, De genio Socratis, section 16

(플루타르코스, De genio Socratis, section 16)

"ἀνήρ ἐστιν Ἐπαμεινώνδας τούτου δ αἴτιος οὑτοσὶ Πολύμνις, ἐξ ἀρχῆς τὴν ἀρίστην τροφὴν ἐν φιλοσοφίᾳ τοῖς παισὶ παρασκευασάμενος.? "ἀλλὰ περὶ μὲν τούτων αὐτοὶ διαλύεσθε πρὸς αὑτούς, ὦ ξένε: "τὸν δὲ Λῦσιν ἡμῖν, εἰ θέμις ἀκοῦσαι, πότερον ἄρα κινεῖς ἐκ τοῦ τάφου καὶ μετοικίζεις εἰς Ἰταλίαν ἢ καταμένειν ἐνταῦθα παρ ἡμῖν ἐάσεις εὐμενέσι καὶ φίλοις, ὅταν ἐκεῖ γενώμεθα, συνοίκοις χρησόμενον· "Λῦσις, ὦ Σιμμία, φιλοχωρεῖν, οὐδενὸς τῶν καλῶν ἐνδεὴς γεγονὼς δι Ἐπαμεινώνδαν.

"ἔστι γάρ τι γιγνόμενον ἰδίᾳ περὶ τὰς ταφὰς τῶν Πυθαγορικῶν ὅσιον, οὗ μὴ τυχόντες οὐ δοκοῦμεν ἀπέχειν τὸ μακαριστὸν καὶ οἰκεῖον τέλος. "ὡς οὖν ἔγνωμεν ἐκ τῶν ὀνείρων τὴν Λύσιδος τελευτὴν ῾ διαγιγνώσκομεν δὲ σημείῳ τινὶ φαινομένῳ κατὰ τοὺς ὕπνους, εἴτε τεθνηκότος εἴτε ζῶντος εἴδωλὸν ἐστιν᾿, ἔννοια πολλοῖς ἐπεισῆλθεν, ὡς ἐπὶ ξένης ὁ Λῦσις ἄλλως κεκήδευται καὶ κινητέος ἐστὶν ἡμῖν ὅπως ἐκεῖ μεταλάχῃ τῶν νομιζομένων. "τοιαύτῃ δὲ διανοίᾳ παραγενόμενος καὶ πρὸς τὸν τάφον εὐθὺς ὑπὸ τῶν ἐγχωρίων ὁδηγηθείς, ἑσπέρας ἤδη χοὰς ἐχεόμην ἀνακαλούμενος τὴν Λύσιδος ψυχὴν κατελθεῖν ἀποθεσπίσουσαν ὡς χρὴ ταῦτα πράσσειν. "προϊούσης δὲ τῆς νυκτός, εἶδον μὲν οὐδὲν ἀκοῦσαι δὲ φωνῆς ἔδοξα τὰ ἀκίνητα μὴ κινεῖν: "ὁσίως γὰρ ὑπὸ τῶν φίλων κεκηδεῦσθαι τὸ Λύσιδος σῶμα, τὴν δὲ ψυχὴν ἤδη κεκριμένην ἀφεῖσθαι πρὸς ἄλλην γένεσιν, ἄλλῳ δαίμονι συλλαχοῦσαν. "καὶ μέντοι καὶ συμβαλὼν ἑώθεν Ἐπαμεινώνδᾳ καὶ τὸν τρόπον ἀκούσας ᾧ θάψειε Λῦσιν, ἐπέγνων ὅτι καλῶς ἄχρι τῶν ἀπορρήτων πεπαιδευμένος ὑπ ἐκείνου τἀνδρὸς εἰή καὶ χρῷτο ταὐτῷ δαίμονι πρὸς τὸν βίον, εἰ μὴ κακὸς ἐγὼ τεκμήρασθαι τῷ πλῷ τὸν κυβερνήτην. Ἐπαμεινώνδᾳ προσέβλεψεν, οἱο῀ν ἐξ ὑπαρχῆς ἀναθεώμενος αὐτοῦ τὴν φύσιν καὶ τὸ εἶδος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION