- 텍스트

Plutarch, De genio Socratis, section 14

(플루타르코스, De genio Socratis, section 14)

"ποιοῦμεν, ὦ Καφεισία·? "προϊέμεθα τὴν πενίαν τοῖς χρήμασι καὶ σιωπῶμεν· "τὴν φίλην καὶ ἀγαθὴν κουροτρόφον :

"ἀλλ ἄμυνε σὸς γὰρ ὁ λόγος. "ὦ πάτερ, ταύτῃ μόνον τὴν οἰκίαν ἐδεδίειν ἁλώσιμον ὑπὸ χρημάτων εἶναι, κατὰ τὸ Καφισίου σῶμα, καλῆς μὲν ἐσθῆτος δεόμενον ἵνα τοῖς ἐρασταῖς ἐγκαλλωπίσηται τοσούτοις οὖσιν, ἀφθόνου δὲ καὶ πολλῆς· "τροφῆς ἵν ἀντέχῃ πρὸς τὰ γυμνάσια καὶ πρὸς τοὺς ἐν ταῖς παλαίστραις ἀγῶνας: "ὁπηνίκα δ οὗτος οὐ προδίδωσι τὴν πενίαν οὐδ ὡς βαφὴν ἀνίησι τὴν πάτριον πενίαν, ἀλλὰ καίπερ ὢν μειράκιον, εὐτελείᾳ καλλωπίζεται καὶ στέργει τὰ παρόντα, τίς ἂν ἡμῖν γένοιτο τῶν χρημάτων διάθεσις καὶ χρῆσις· "ἦπου καταχρυσώσομεν τὰ ὅπλα, καὶ τὴν ἀσπίδα πορφύρᾳ συμμεμιγμένῃ πρὸς χρυσίον, ὥσπερ Νικίας ὁ Ἀθηναῖος, διαποικιλοῦμεν· "σοὶ δ, ὦ πάτερ, Μιλησίαν χλανίδα τῇ δὲ μητρὶ παραλουργὸν ὠνησόμεθα χιτώνιον· "οὐ γὰρ εἰς γαστέρα δήπου καταχρησόμεθα τὴν δωρεάν, εὐωχοῦντες αὑτοὺς πολυτελέστερον, ὥσπερ ξένον ὑποδεδεγμένοι βαρύτερον τὸν πλοῦτον ἄπαγ" : "παῖ:

"μηδέποτε τοιαύτην ἐπίδοιμι μετακόσμησιν . "καθισόμεθα φρουροῦντες οἴκοι τὸν πλοῦτον:

"οὔκουν δεῖ χρημάτων οὐδ ὅπλων ἐπ αὐτὴν μηδὲν ἀνιῶσαν ἀλλ ἀπάγγελλε τοῖς ἐκεῖ γνωρίμοις, ὅτι κάλλιστα μὲν αὐτοὶ πλούτῳ χρῶνται καλῶς δὲ πενίᾳ χρωμένους αὐτόθι φίλους ἔχουσι, τὰς δὲ Λύσιδος ἡμῖν τροφὰς καὶ ταφὰς αὐτὸς ὑπὲρ αὑτοῦ Λῦσις ἀπέδωκε, τὰ τ ἄλλα καὶ πενίαν διδάξας μὴ δυσχεραίνειν. "ἄχαρις γὰρ ἂν οὕτως ἡ χάρις καὶ ἄτιμος ἡ κτῆσις εἰή. "τί μήν· εἶπεν ὁ πατήρ. "Ιἄσωνι μὲν τῷ Θετταλῶν ταγῷ πέμψαντι δεῦρο πολὺ χρυσίον ἔναγχος πρὸς ἡμᾶς καὶ δεομένῳ λαβεῖν ἀγροικότερος ἐφάνην ἀποκρινόμενος ἀδίκων χειρῶν αὐτὸν κατάρχειν, ὅτι μοναρχίας ὢν ἐραστὴς ἄνδρα δημότην ἐλευθέρας καὶ αὐτονόμου πόλεως ἐπείρα διὰ χρημάτων. "σοῦ δ, ὦ ξένε, τὴν μὲν προθυμίαν ῾ καλὴ γὰρ καὶ φιλόσοφος δέχομαι καὶ ἀγαπῶ διαφερόντως: "ἥκεις δὲ φάρμακα φίλοις μὴ νοσοῦσι κομίζων. "ὥσπερ οὖν εἰ πολεμεῖσθαι πυθόμενος ἡμᾶς ἔπλευσας ὅπλοις καὶ βέλεσιν ἡμᾶς ὠφελήσων, εἶτα φιλίαν καὶ εἰρήνην εὑρ῀ες, οὐκ ἂν ᾤου δεῖν ἐκεῖνα διδόναι καὶ ἀπολείπειν μὴ δεομένοις: "οὕτω σύμμαχος μὲν ἀφῖξαι πρὸς πενίαν ὡς ἐνοχλουμένοις ὑπ αὐτῆς, ἡ δ ἐστὶ ῥᾴστη φέρειν ἡμῖν καὶ φίλη σύνοικος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION