- 텍스트

Plutarch, De genio Socratis, section 8

(플루타르코스, De genio Socratis, section 8)

"καὶ σὲ καὶ τούτους παρακαλεῖ πάντας, εἰ μή τις ἀσχολία μείζων, ἐνταῦθα περιμεῖναι βουλόμενος ὑμῖν γνωρίσαι τὸν ξένον, ἄνδρα γενναῖον μὲν αὐτὸν ὄντα μετὰ γενναίας δὲ καὶ καλῆς ἀφιγμένον τῆς προαιρέσεως ἐξ Ἰταλίας τῶν Πυθαγορικῶν ἀφῖκται δὲ Λύσιδι τῷ γέροντι χοὰς χέασθαι περὶ τὸν τάφον ἔκ τινων ἐνυπνίων ὥς φησι καὶ φασμάτων ἐναργῶν.? συχνὸν δὲ κομίζων χρυσίον οἰέται δεῖν Ἐπαμεινώνδᾳ τὰς Λύσιδος γηροτροφίας ἀποτίνειν , καὶ προθυμότατός ἐστιν οὐ δεομένων οὐδὲ βουλομένων ἡμῶν τῇ πενίᾳ βοηθεῖν. "ἄνδρα καὶ φιλοσοφίας ἄξιον:

"ἀλλὰ τίς ἡ αἰτία, δι ἣν οὐκ εὐθὺς ἣκει πρὸς ἡμᾶς· "νυκτερεύσαντα περὶ τὸν τάφον ἐμοὶ δοκεῖ τὸν Λύσιδος ἦγεν Ἐπαμεινώνδας πρὸς τὸν Ἰσμηνὸν ἀπολουσόμενον, εἶτ ἀφίξονται δεῦρο πρὸς ἡμᾶς:

"πρὶν δ ἐντυχεῖν ἡμῖν ἐνηυλίσατο τῷ τάφῳ, διανοούμενος ἀνελέσθαι τὰ λείψανα τοῦ σώματος καὶ κομίζειν εἰς Ἰταλίαν, εἰ μή τι νύκτωρ ὑπεναντιωθείη δαιμόνιον. ὁ μὲν οὖν πατὴρ ταῦτ εἰπὼν ἐσιώπησεν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION