호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἡμεῖς δ εἰσελθόντες ἠσπαζόμεθα τὸν Σιμμίαν ἐπὶ τῆς κλίνης καθεζόμενον, οὐ κατατετευχότα τῆς δεήσεως, οἶμαι, μάλα σύννουν καὶ διαλελυπημένον:? "ἀγρίων καὶ βαρβάρων ἠθῶν εἶτ οὐχ ὑπέρευ Θαλῆς ὁ παλαιὸς ἀπὸ ξένης ἐλθὼν διὰ χρόνου, τῶν φίλων ἐρωτώντων ὅ τι καινότατον ἱστορήκοι, τύραννον ἔφη γέροντα.
"καὶ γὰρ ᾧ μηδὲν ἰδίᾳ συμβέβηκεν ἀδικεῖσθαι, τὸ βάρος αὐτὸ καὶ τὴν σκληρότητα τῆς ὁμιλίας δυσχεραίνων ἐχθρός ἐστι τῶν ἀνόμων καὶ ἀνυπευθύνων δυναστειῶν. ἀλλὰ ταῦτα μὲν ἴσως θεῷ μελήσει τὸν δὲ ξένον ἴστε τὸν ἀφιγμένον, ὦ Καφισία, πρὸς ὑμᾶς ὅστις ἐστίν· "τίνα λέγεις.
"Λεοντίδης φησὶν ἄνθρωπον ὦφθαι παρὰ τὸ Λύσιδος μνημεῖον ἐκ νυκτῶν ἀνιστάμενον, ἀκολουθίας πλήθει καὶ κατασκευῇ σοβαρόν, αὐτόθι κατηυλισμένον ἐπὶ στιβάδων φαίνεσθαι γὰρ ἄγνου καὶ μυρίκης χαμεύνας ἔτι δ ἐμπύρων λείψανα καὶ χοὰς γάλακτος ἑώθεν δὲ πυνθάνεσθαι τῶν ἀπαντώντων, εἰ τοὺς Πολύμνιος παῖδας ἐνδημοῦντας εὑρήσει.
"ὁ ξένος εἰή·
"περιττῷ γὰρ ἀφ ὧν λέγεις τινὶ καὶ οὐκ ἰδιώτῃ προσέοικεν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기