- 텍스트

Plutarch, De genio Socratis, section 5

(플루타르코스, De genio Socratis, section 5)

"καὶ:? "ὥσπερ ἐπίτηδες: "καὶ γὰρ ἐβουλόμην πυθέσθαι, τίν ἦν τὰ εὑρεθέντα καὶ τίς ὅλως ἡ ὄψις τοῦ Ἀλκμήνης τάφου παρ ὑμῖν ἀνοιχθέντος: "εἰ δὴ παρεγένου καὶ αὐτός, ὅτε πέμψας Ἀγησίλαος: "παρέτυχον, καὶ πολλὰ δυσανασχετῶν καὶ ἀγανακτῶν πρὸς τοὺς πολίτας ἐγκατελείφθην ὑπ αὐτῶν.

εὑρέθη δ οὖν σώματος, ψέλλιον δὲ χαλκοῦν οὐ μέγα καὶ δύ ἀμφορεῖς κεραμεοῖ γῆν ἔχοντες ἐντὸς ὑπὸ χρόνου λελιθωμένην ἤδη καὶ συμπεπηγυῖαν τοῦ μνήματος πίναξ χαλκοῦς ἔχων γράμματα πολλὰ θαυμαστὰ ὡς παμπάλαια γνῶναι γὰρ ἐξ αὑτῶν οὐδὲν παρεῖχε καίπερ ἐκφανέντα τοῦ χαλκοῦ καταπλυθέντος τος, ἀλλ ἴδιός τις ὁ τύπος καὶ βαρβαρικὸς τῶν χαρακτήρων ἐμφερέστατος Αἰγυπτίοις διὸ καὶ Ἀγησίλαος, ὡς ἔφασαν, ἐξέπεμψεν ἀντίγραφα τῷ βασιλεῖ δεόμενος δεῖξαι τοῖς ἱερεῦσιν, εἰ ξυνήσουσιν. "ἀλλὰ περὶ τούτων μὲν ἴσως ἂν ἔχοι τι καὶ Σιμμίας ἡμῖν ἀπαγγεῖλαι, κατ ἐκεῖνον τὸν χρόνον ἐν Αἰγύπτῳ πολλὰ τοῖς ἱερεῦσι διὰ φιλοσοφίαν συγγενόμενος Ἁλιάρτιοι δὲ τὴν μεγάλην ἀφορίαν καὶ τὴν ἐπίβασιν τῆς λίμνης οὐκ ἀπὸ: "ταὐτομάτου γενέσθαι νομίζουσιν, ἀλλὰ μήνιμα τοῦ τάφου τοῦτο περιελθεῖν ἀνασχομένους ὀρυττόμενον: . "Λακεδαιμονίοις ἀμήνιτον ἐοίκεν εἶναι τὸ δαιμόνιον, ὡς προδείκνυσι τὰ σημεῖα περὶ ὧν ἄρτι Λυσανορίδας ἡμῖν ἐκοινοῦτο:

"καὶ νῦν μὲν ἄπεισιν εἰς Ἁλίαρτον ἐπιχώσων αὖθις τὸ σῆμα καὶ χοὰς ποιησόμενος Ἀλκμήνῃ καὶ Ἀλέῳ κατὰ δή τινα χρησμόν, ἀγνοῶν τὸν Ἄλεον ὅστις ἦν: "ἐπανελθὼν δ ἐκεῖθεν οἱό῀ς ἐστι τὸν Δίρκης ἀναζητεῖν τάφον, ἄγνωστον ὄντα τοῖς Θηβαίοις πλὴν τῶν ἱππαρχηκότων. "ὁ γὰρ ἀπαλλαττόμενος τὸν παραλαμβάνοντα τὴν ἀρχὴν μόνος ἄγων μόνον ἔδειξε νύκτωρ, καί τινας ἐπ αὐτῷ δράσαντες ἀπύρους ἱερουργίας, ὧν τὰ σημεῖα συγχέουσι καὶ ἀφανίζουσιν, ὑπὸ σκότους ἀπέρχονται χωρισθέντες. "ἐγὼ δὲ τ μέν, ὦ Φειδόλαε, καλῶς ἐξευρήσειν αὐτοὺς νομίζω. "φεύγουσι γὰρ οἱ πλεῖστοι τῶν ἱππαρχηκότων νομίμως, μᾶλλον δὲ πάντες πλὴν Γοργίδου καὶ Πλάτωνος, ὧν οὐδ ἂν ἐπιχειρήσειαν ἐκπυνθάνεσθαι δεδιότες τοὺς ἄνδρας: "οἱ δὲ νῦν ἄρχοντες ἐν τῇ Καδμείᾳ τὸ δόρυ καὶ τὴν σφραγῖδα παραλαμβάνουσιν οὔτείδότες οὐδὲν οὔτε" ταῦτα τοῦ Θεοκρίτου λέγοντος, ὁ Λεοντίδης ἐξῄει μετὰ τῶν φίλων:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION