- 텍스트

Plutarch, De genio Socratis, section 4

(플루타르코스, De genio Socratis, section 4)

ταῦτά μου διαλεγομένου πρὸς τὸν Θεόκριτον, Θεόκριτον ὁ Γαλαξίδωρος, ἐγγὺς γὰρ Ἀρχίαν ἑώρα καὶ Λυσανορίδαν τὸν Σπαρτιάτην ἀπὸ τῆς Καδμείας ὥσπερ εἰς:? ταὐτὸν ἡμῖν σπεύδοντας.

ἡμεῖς μὲν οὖν ἐπέσχομεν: ὁ δ Ἀρχίας καλέσας τὸν Θεόκριτον καὶ τῷ Λυσανορίδᾳ προσαγαγὼν ἰδίᾳ λαλεῖ πολὺν χρόνον ἐκνεύσας τῆς ὁδοῦ μικρὸν ὑπὸ τὸ Ἄμφιον:

ὥσθ ἡμᾶς ἀγωνιᾶν, μή τις ὑπόνοια προσπέπτωκεν ἢ μήνυσις αὐτοῖς, περὶ ἧς ἀνακρίνουσι τὸν Θεόκριτον. ἐν τούτῳ δὲ Φυλλίδας, ὃν οἶσθ, ὦ Ἀρχίδαμε, τότε τοῖς περὶ τὸν Ἀρχίαν πολεμαρχοῦσι γραμματεύων ἥξειν καὶ τῆς πράξεως μετέχων, λαβόμενός μου τῆς χειρὸς ὥσπερ εἰώθει φανερῶς ἔσκωπτεν εἰς τὰ γυμνάσια καὶ τὴν πάλην.

εἶτα πόρρω τῶν ἄλλων ἀπαγαγὼν ἐπυνθάνετο περὶ τῶν φυγάδων, εἰ τὴν ἡμέραν φυλάττουσιν. "μᾶλλον δ ἀδύνατον:

"ὁ γὰρ Ἀρχίας ἐλπίζων τινὰ τῶν ἐν ἀξιώματι γυναικῶν ἀφίξεσθαι τηνικαῦτα πρὸς αὐτόν, οὐ βούλεται παρεῖναι τὸν Λεοντίδην: "ὥσθ ἡμῖν δίχα διαιρετέον αὐτοὺς ἐπὶ τὰς οἰκίας: "ποιήσομεν.

"ἀλλὰ τί πρᾶγμα τούτοις πρὸς Θεόκριτόν ἐστιν, ὑπὲρ οὗ διαλέγονται· καὶ ὁ Φυλλίδασοὐ σαφῶς εἶπεν οὐδ ὡς ἐπιστάμενος: ἢκουον δὲ σημεῖα καὶ μαντεύματα δυσχερῆ καὶ χαλεπὰ προστίθεσθαι τῇ Σπάρτῃ. "ὑμᾶς ἐνταῦθα περιμεῖναι Σιμμίας.

"ἐντυγχάνει γὰρ ἰδίᾳ Λεοντίδῃ περὶ Ἀμφιθέου παραιτούμενος μεῖναι τὸ διαπράξασθαι φυγὴν ἀντὶ θανάτου τῷ ἀνθρώπῳ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION