- 텍스트

Plutarch, De garrulitate, section 22

(플루타르코스, De garrulitate, section 22)

καὶ μὴν ὥσπερ ὁ Σωκράτης ἐκέλευε φυλάττεσθαι τῶν σιτίων ὅσα μὴ πεινῶντας ἐσθίειν ἀναπείθει καὶ τῶν πομάτων ὅσα πίνειν μὴ διψῶντας, οὕτω χρὴ καὶ τῶν λόγων τὸν ἀδολέσχην, οἷς ἥδεται μάλιστα καὶ κέχρηται κατακόρως, τούτους φοβεῖσθαι καὶ πρὸς τούτους ἐπιρρέοντας ἀντιβαίνειν.? οἱο῀ν οἱ στρατιωτικοὶ πολέμων εἰσὶ διηγηματικοί: καὶ τὸν Νέστορα τοιοῦτον ὁ ποιητὴς εἰσάγει, τὰς αὑτοῦ πολλάκις ἀριστείας καὶ πράξεις διηγούμενον. ἐπιεικῶς δὲ καὶ τοῖς περὶ δίκας εὐστοχήσασιν ἢ παρ ἡγεμόσι καὶ βασιλεῦσιν ἀπροσδοκήτως εὐημερήσασιν ὥσπερ νόσημά τι προσπίπτει καὶ παρακολουθεῖ τὸ μεμνῆσθαι καὶ διηγεῖσθαι πολλάκις, ὃν τρόπον εἰσῆλθον προσήχθησαν ἠγωνίσαντο διελέχθησαν, ἐξήλεγξαν ἀντιδίκους τινὰς ἢ κατηγόρους, ἐπῃνέθησαν. πολλῷ γάρ ἐστιν ἡ χαρὰ τῆς κωμικῆς ἐκείνης ἀγρυπνίας λαλίστερον, ἀναρριπίζουσα πολλάκις ἑαυτὴν καὶ πρόσφατον ποιοῦσα τοῖς διηγήμασιν.

ὅθεν ὀλισθηροὶ πρὸς τοὺς τοιούτους τῶν λόγων εἰσὶν ἐκ πάσης προφάσεως οὐ γὰρ μόνον ὅπου τις ἀλγεῖ, κεῖθι καὶ τὴν χεῖρ ἔχει, ἀλλὰ καὶ τὸ ἡδόμενον ἕλκει τὴν φωνὴν ἐφ ἑαυτὸ καὶ περιάγει τὴν γλῶτταν ἐπερείδειν ἀεὶ τῇ μνήμῃ βουλόμενον. οὕτω καὶ τοῖς ἐρωτικοῖς ἡ πλείστη διατριβὴ περὶ λόγους μνήμην τινὰ τῶν ἐρωμένων ἀναδιδόντας: οἵ γε κἂν μὴ πρὸς ἀνθρώπους, πρὸς ἀψυχα περὶ αὐτῶν διαλέγονται:

ὦ φιλτάτη κλίνη καὶ Βακχὶς θεὸν ς ἐνόμισεν, εὔδαιμον λύχνε: καὶ τῶν θεῶν μέγιστος, εἰ ταύτῃ δοκεῖς. ἔστι μὲν οὖν ἀτεχνῶς ἡ λευκὴ στάθμη πρὸς τοὺς λόγους ὁ ἀδόλεσχος, οὐ μὴν ἀλλ ὁ μᾶλλον ἑτέρων ἑτέροις προσπεπονθὼς ὀφείλει τούτους φυλάττεσθαι καὶ ἀνέχειν ἑαυτὸν ἀπὸ τούτων καὶ ἀνακρούειν ὡς πορρωτάτω προάγειν καὶ ἀπομηκύνειν ἀεὶ δἰ ἡδονὴν δυναμένων. τὸ δ αὐτὸ τοῦτο καὶ πρὸς τοὺς λόγους ἐκείνους πεπόνθασιν, ἐν οἷς κατ ἐμπειρίαν ἢ ἕξιν τινὰ τῶν ἄλλων διαφέρειν νομίζουσι.

φίλαυτος γὰρ ὢν καὶ φιλόδοξος ὁ τοιοῦτος νέμει τὸ πλεῖστον ἡμέρας τούτῳ μέρος, ἵν αὐτὸς αὑτοῦ τυγχάνει κράτιστος ὤν: ἐν ἱστορίαις ὁ ἀναγνωστικός, ἐν τεχνολογίαις ὁ γραμματικός, ἐν διηγήμασι ξενικοῖς ὁ πολλὴν χώραν ἐπεληλυθὼς καὶ πεπλανημένος. ὥστε καὶ ταῦτα δεῖ φυλάττεσθαι:

δελεαζομένη γὰρ ὑπ αὐτῶν ἡ ἀδολεσχία καθάπερ ζῷον ἐπὶ νομὰς συνήθεις πρόεισι. θαυμαστὸς δ ὁ Κῦρος, ὅτι καὶ τὰς ἁμίλλας ἐποιεῖτο πρὸς τοὺς ἥλικας, οὐκ ἐν οἷς κρείττων ἀλλ ἐν οἷς ἀπειρότερος ἦν ἐκείνων, εἰς ταῦτα προκαλούμενος, ἵνα μήτε λυπῇ παρευδοκιμῶν καὶ μανθάνων ὠφελῆται. ὁ δ ἀδολέσχης τοὐναντίον, ἂν μέν τις ἐμπέσῃ λόγος, ἐξ οὗ μαθεῖν τι δύναται καὶ πυθέσθαι τῶν ἀγνοουμένων, τοῦτον ἐξωθεῖ καὶ ἐκκρούει, μισθὸν οὕτω βραχὺν δοῦναι τὸ σιωπῆσαι μὴ δυνάμενος: εἰς δὲ τὰς ἑώλους καὶ πολυπατήτους κύκλῳ περιιὼν εἰσελαύνει ῥαψῳδίας τὸν λόγον. ὡς τῶν παρ ἡμῖν τις κατὰ τύχην ἀνεγνωκὼς δύο τῶν Ἐφόρου βιβλίων ἢ τρία, πάντας ἀνθρώπους κατέτριβε καὶ πᾶν ἀνάστατον ἐποίει συμπόσιον, ἀεὶ τὴν ἐν Λεύκτροις μάχην καὶ τὰ συνεχῆ διηγούμενος: ὅθεν Ἐπαμεινώνδας παρωνύμιον ἔσχεν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION