호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἱδρύσατο δ οὖν Τύχης ἱερὸν ἐν μὲν Καπετωλίῳ τὸ τῆς Πριμιγενείας λεγομένης, ὃ πρωτογόνου τις ἂν ἑρμηνεύσειε:? καὶ τὸ τῆς Ὀψεκουέντις, ἣν οἱ μὲν πειθήνιον οἱ δὲ μειλίχιον εἶναι νομίζουσι. μᾶλλον δὲ τὰς Ῥωμαϊκὰς ἐάσας ὀνομασίας Ἑλληνιστὶ τὰς δυνάμεις τῶν ἱδρυμάτων πειράσομαι καταριθμήσασθαι. καὶ γὰρ ἰδίας Τύχης ἱερόν ἐστιν ἐν Παλατίῳ, καὶ τὸ τῆς ἰξευτρίας, εἰ καὶ γελοῖον, ἀλλ ἔχον ἐκ μεταφορᾶς ἀναθεώρησιν, οἱο῀ν ἑλκούσης τὰ πόρρω καὶ κρατούσης συμπροσισχόμενα. παρὰ δὲ τὴν Μουσκῶσαν καλουμένην κρήνην ἔτι Παρθένου Τύχης ἱερόν ἐστι καὶ ἐν Αἰσκυλίαις ἐπιστρεφομένης:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기