- 텍스트

Plutarch, De fortuna Romanorum, section 8 5:

(플루타르코스, De fortuna Romanorum, section 8 5:)

ἔφη γὰρ τὴν ὑστεραίαν ἐρίσαι πρὸς τὴν ἑορτὴν λέγουσαν ὡς ἐκείνη μέν ἐστι κοπώδης καὶ ἄσχολος, ἐν αὐτῇ δὲ τῶν παρεσκευασμένων ἀπολαύουσι μεθ ἡσυχίας.? "ἀληθῆ λέγεις, ἀλλ ἐμοῦ μὴ γενομένης, ποῦ ἂν σὺ ἦσθα· "μὴ γενομένου περὶ τὰ Μηδικά, τίς ἂν ὑμῶν ἦν νῦν ὄνησις· "λαμπρὰ μὲν τὰ σὰ ἔργα καὶ μεγάλα καὶ θεῖον ὡς ἀληθῶς ἐξέφηνας αἷμα καὶ γένος οὖσαν σεαυτήν: "ἀλλ ὁρᾷς πόσον ὑστερεῖς μου· "εἰ γὰρ ἐγὼ τότε μὴ παρηκολούθησα χρηστὴ καὶ φιλάνθρωπος, ἀλλ ἀπέλιπον καὶ προηκάμην τὰ νήπια, σὺ πῶς ἂν ἐγένου καὶ πόθεν ἐξέλαμψας· "εἰ τότε μὴ θῆλυ θηρίον ἐπῆλθε φλεγμαῖνον ὑπὸ πλήθους καὶ φορᾶς γάλακτος καὶ τραφησομένου δεόμενον μᾶλλον ἢ θρέψοντος, ἀλλ ἀνήμερόν τι τελέως καὶ λιμῶττον, οὐκ ἂν ἔτι νῦν τὰ καλὰ ταῦτα βασίλεια καὶ ναοὶ καὶ θέατρα καὶ περίπατοι καὶ ἀγοραὶ καὶ ἀρχεῖα βοτηρικαὶ καλύβαι καὶ σταθμοὶ νομέων ἦσαν Ἀλβανὸν ἢ Τυρρηνὸν ἢ Λατῖνον ἄνδρα δεσπότην προσκυνούντων· "ἀρχὴ" μὲν δὴ μέγιστον ἐν παντί, μάλιστα δ ἐν ἱδρύσει καὶ κτίσει πόλεως:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION