호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τί δέ·? ὁ τούτου μὲν υἱός, πρῶτος δ ἀναγορευθεὶς Σεβαστὸς ἄρξας δὲ τέτταρα καὶ πεντήκοντα ἔτη, οὐκ αὐτὸς ἐκπέμπων τὸν θυγατριδοῦν ἐπὶ στρατείαν εὔξατο τοῖς θεοῖς ἀνδρείαν μὲν αὐτῷ δοῦναι τὴν Σκιπίωνος, εὔνοιαν δὲ τὴν Πομπηίου, Τύχην δὲ τὴν αὑτοῦ· καθάπερ ἔργῳ μεγάλῳ δημιουργὸν ἐπιγράψας ἑαυτῷ τὴν Τύχην, ἥτις αὐτὸν ἐπιθεῖσα Κικέρωνι καὶ Λεπίδῳ καὶ Πάνσᾳ καὶ Ἱρτίῳ καὶ Μάρκῳ Ἀντωνίῳ, ταῖς ἐκείνων ἀριστείαις καὶ χερσὶ καὶ νίκαις καὶ στόλοις καὶ πολέμοις καὶ στρατοπέδοις γενόμενον πρῶτον εἰς ὕψος ἄρασα καὶ καταβαλοῦσα τούτους, δι ὧν ἀνέβη, μόνον κατέλιπεν. ἐκείνῳ γὰρ ἐπολιτεύετο Κικέρων καὶ Λέπιδος ἐστρατήγει καὶ Πάνσας ἐνίκα καὶ Ἵρτιος ἔπιπτε καὶ Ἀντώνιος ὕβριζεν. ἐγὼ γὰρ καὶ Κλεοπάτραν τῆς τύχης Καίσαρος τἰθημι, περὶ ἣν ὡς ἑρ´μα κατέδυ καὶ συνετρίβη τηλικοῦτος αὐτοκράτωρ, ἵν ᾖ μόνος Καῖσαρ.
λέγεται δὲ πολλῆς οἰκειότητος αὐτοῖς καὶ συνηθείας ὑπαρχούσης πολλάκις σχολαζόντων εἰς παιδιὰν σφαίρας ἢ κύβων ἢ νὴ Δία θρεμμάτων ἁμίλλης, οἱο῀ν ὀρτύγων, ἀλεκτρυόνων, ἀεὶ νικώμενον Ἀντώνιον ἀπαλλάττεσθαι: "ὦ ἄνθρωπε, τί σοι πρᾶγμα πρὸς τοῦτον ἔστι τὸν νεανίσκον·
"φεῦγ αὐτόν: "ἐνδοξότερος εἶ, πρεσβύτερος εἶ, ἄρχεις πλειόνων, ἐνήθληκας πολέμοις, ἐμπειρίᾳ διαφέρεις: "ἀλλ ὁ σὸς δαίμων τὸν τούτου φοβεῖται: "καὶ ἡ τύχη σου καθ ἑαυτήν ἐστι μεγάλη κολακεύει δὲ τὴν τούτου: "ἐὰν μὴ μακρὰν ᾖς, οἰχήσεται μεταβᾶσα πρὸς αὐτόν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기