- 텍스트

Plutarch, De fortuna Romanorum, section 6

(플루타르코스, De fortuna Romanorum, section 6)

περὶ δὲ Γαϊού Καίσαρος ᾐδέσθην ἂν εἰπεῖν, ὡς ὑπ εὐτυχίας ἤρθη μέγιστος, εἰ μὴ τοῦτ αὐτὸς ἐμαρτύρησεν.? ἐπεὶ γὰρ ἀπὸ Βρεντεσίου Πομπήιον διώκων ἀνήχθη πρὸ μιᾶς ἡμέρας νωνῶν Ιἀνουαρίων, χειμῶνος ἐν τροπαῖς ὄντος, τὸ μὲν πέλαγος ἀσφαλῶς διεπέρασε, τῆς Τύχης τὸν καιρὸν ὑπερθεμένης: εὑρὼν δὲ τὸν Πομπήιον ἄθρουν καὶ πολὺν μὲν ἐν γῇ πολὺν δ ἐν θαλάττῃ μετὰ πασῶν ἅμα τῶν δυνάμεων καθεζόμενον αὐτὸς ὀλιγοστὸς ὢν, τῆς μετ Ἀντωνίου καὶ Σαβίνου στρατιᾶς αὐτῷ βραδυ - νούσης, ἐτόλμησεν εἰς ἀκάτιον μικρὸν ἐμβὰς καὶ λαθὼν τόν τε ναύκληρον καὶ τὸν κυβερνήτην ὥς τινος θεράπων ἀναχθῆναι. "γενναῖε, τόλμα καὶ δέδιθι,θι, μηδέν, ἀλλ ἐπιδίδου τῇ Τύχῃ τὰ ἱστία καὶ δέχου τὸ πνεῦμα, πιστεύων ὅτι Καίσαρα φέρεις καὶ τὴν Καίσαρος Τύχην. οὕτως ἐπέπειστο τὴν Τύχην αὐτῷ συμπλεῖν, συναποδημεῖν, συστρατεύεσθαι, συστρατηγεῖν, ἧς ἔργον ἦν γαλήνην μὲν ἐπιτάξαι θαλάττῃ, θέρος δὲ χειμῶνι, τάχος δὲ τοῖς βραδυτάτοις, ἀλκὴν δὲ τοῖς ἀθυμοτάτοις, τὸ δὲ τούτων ἀπιστότερον, φυγὴν Πομπηίῳ καὶ Πτολεμαίῳ ξενοκτονίαν, ἵνα καὶ Πομπήιος πέσῃ καὶ Καῖσαρ μὴ μιανθῇ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION