호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἆρ οὖν ταύτην τις ἀρχὴν ποιησάμενος οἰ - κείαν ἂν ὑπὲρ τῆς Τύχης ἐπάγοιτο μάρτυρας αὖ τοὺς Ῥωμαίους, ὡς τῇ Τύχῃ πλέον ἢ τῇ Ἀρετῇ νέμοντας·? ἀρετῆς μέν γε παρ αὐτοῖς ὀψὲ καὶ μετὰ πολλοὺς χρόνους ἱερὸν ἱδρύσατο Σκιπίων ὁ Νομαντῖνος, εἶτα Μάρκελλος τὸ Οὐιρτοῦτίς τε καὶ Ὀνῶρις προσαγορευόμενον, καὶ τὸ τῆς Μέντις καλουμένης Γνώμης ἂν νομίζοιτο Σκαῦρος Αἰμίλιος, περὶ τὰ Κιμβρικὰ τοῖς χρόνοις γεγονώς: ἤδη τότε λόγων καὶ σοφισμάτων καὶ στωμυλίας παρεισρυείσης εἰς τὴν πόλιν ἤρχοντο σεμνύνειν τὰ τοιαῦτα. σοφίας δὲ μέχρι καὶ νῦν ἱερὸν οὐκ ἔστιν οὐδὲ Σωφροσύνης ἢ μεγαλοψυχίας ἢ καρτερίας ἢ ἐγκρατείας: ἀλλὰ τά γε τῆς Τύχης ἱερὰ λαμπρὰ καὶ παλαιά, καὶ ὁμοῦ τι τοῖς πρώτοις καταμεμειγμένα τῆς πόλεως θεμελίοις γέγονε. πρῶτος μὲν γὰρ ἱδρύσατο Τύχης ἱερὸν Μάρκιος Ἄγκος, ὁ Νομᾶ θυγατριδοῦς καὶ τέταρτος ἀπὸ Ῥωμύλου βασιλεὺς γενόμενος: καὶ τάχα που τῇ τύχῃ τὴν ἀνδρείαν παρωνόμασεν, ᾗ πλεῖστον εἰς τὸ νικᾶν τύχης μέτεστι.
τὸ δὲ τῆς Γυναικείας Τύχης κατεσκευάσαντο πρὸ Καμίλλου ὅτε Μάρκιον Κοριόλανον ἐπάγοντα τῇ πόλει Οὐολούσκους ἀπεστρέψαντο διὰ τῶν γυναικῶν. πρεσβευσάμεναι γὰρ αὗται πρὸς τὸν ἄνδρα μετὰ τῆς μητρὸς αὐτοῦ καὶ τῆς γυναικός, ἐξελιπάρησαν καὶ κατειργάσαντο φείσασθαι τῆς πόλεως καὶ τὴν στρατιὰν τῶν βαρβάρων ἀπαγαγεῖν. "ὁσίῳ με πόλεως νόμῳ, γυναῖκες ἀσταί, καθιδρύσασθε.
καὶ μὴν καὶ Φούριος Κάμιλλος, ὅτε τὸ Κελτικὸν ἔσβεσε πῦρ, καὶ τὴν Ῥώμην ἀντίρροπον χρυσῷ κεκλιμένην ἀπὸ τοῦ ζυγοῦ καὶ τῆς πλάστιγγος καθεῖλεν, οὔτ εὐβουλίας οὔτ ἀνδρείας, ἀλλὰ Φήμης ἱδρύσατο καὶ Κληδόνος ἱερὸν παρὰ τὴν Καινὴν ὁδόν, ὅπου φασὶ πρὸ τοῦ πολέμου Μάρκῳ Καιδικίῳ βαδίζοντι νύκτωρ φωνὴν γενέσθαι κελεύουσαν ὀλίγῳ χρόνῳ Γαλατικὸν πόλεμον προσδέχεσθαι. ιν καλοῦσιν ὅπερ ἐστὶν ἰσχυρὰν ἢ ἀριστευτικὴν ἢ ἀνδρείαν, ὡς τὸ νικητικὸν ἁπάντων κράτος ἔχουσαν. καὶ τόν γε ναὸν αὐτῆς ἐν τοῖς ὑπὸ Καίσαρος τῷ δήμῳ καταλειφθεῖσι κήποις ᾠκοδόμησαν, ἡγούμενοι κἀκεῖνον εὐτυχίᾳ γενέσθαι μέγιστον, ὡς αὐτὸς ἐμαρτύρησε.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기