- 텍스트

Plutarch, De fortuna Romanorum, section 4 3:

(플루타르코스, De fortuna Romanorum, section 4 3:)

λαμπροὶ δὲ καὶ διαπρεπεῖς ἄνδρες οὐκ ὀλίγοι μετ αὐτῆς ὁρῶνται, Πομπίλιος Νομᾶς ἐκ Σαβίνων καὶ Πρῖσκος ἐκ Ταρκυνίων, οὓς ἐπήλυδας βασιλεῖς καὶ ξένους ἐνιδρύσατο τοῖς Ῥωμύλου θρόνοις:? καὶ Παῦλος Αἰμίλιος ἀπὸ Περσέως καὶ Μακεδόνων ἄτρωτον στρατὸν ἄγων καὶ νίκην ἄδακρυν θριαμβεύων μεγαλύνει τὴν Τύχην μεγαλύνει δὲ καὶ Καικίλιος Μέτελλος ὁ Μακεδονικός γέρων, ὑπὸ τεττάρων παίδων εον ὑπατικῶν ἐκκομιζόμενος, Κοϊ´ντου Βαλεαρικοῦ καὶ Λευκίου Διαδημάτα καὶ Μάρκου Μετέλλου καὶ Γαϊού Καπραρίου, καὶ δυοῖν γαμβρῶν ὑπατικῶν καὶ θυγατριδῶν κοσμουμένων ἐπιφανέσιν ἀριστείαις καὶ πολιτείαις.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION