호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐ χρυσίον ἡ φρόνησίς ἐστιν οὐδ ἀργύριον οὐδὲ δόξα οὐδὲ πλοῦτος οὐδ ὑγίεια οὐδ ἰσχὺς οὐδὲ κάλλος.? τί οὖν ἐστι·
τὸ πᾶσι τούτοις καλῶς χρῆσθαι δυνάμενον καὶ δι ὃ τούτων ἕκαστον ἡδὺ γίγνεται καὶ ἔνδοξον καὶ ὠφέλιμον ἄνευ δὲ τούτου δύσχρηστα καὶ ἄκαρπα καὶ βλαβερά, καὶ: βαρύνει καὶ καταισχύνει τὸν κεκτημένον.
δέξασθαι πὰρ Ζηνὸς Ὀλυμπίου ἀλλ ἀποπέμπειν τὰ τυχηρὰ λέγων καὶ τὰ ἐκτός, ὡς εἰ παρεκελεύετο μὴ συρίζειν ἄμουσον ὄντα μηδ ἀναγιγνώσκειν ἀγράμματον μηδ ἱππεύειν ἄνιππον, οὕτω παρακελευόμενος αὐτῷ μὴ ἄρχειν ἀνόητον ὄντα μηδὲ πλουτεῖν ἀνελεύθερον μηδὲ γαμεῖν κρατούμενον ὑπὸ γυναικός.
ὡς Δημοσθένης εἶπεν, ἀλλὰ τὸ εὐτυχεῖν παρὰ τὴν ἀξίαν ἀφορμὴ τοῦ κακῶς πράττειν τοῖς μὴ φρονοῦσιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기