- 텍스트

Plutarch, De cohibenda ira, section 13

(플루타르코스, De cohibenda ira, section 13)

καὶ μὴν τάς γε συνεχεῖς καὶ πυκνὰς καὶ κατὰ μικρὸν ἐν τῇ ψυχῇ συλλεγομένας ὀργὰς μάλιστα φιλαυτία καὶ δυσκολία μετὰ τρυφῆς καὶ μαλακίας οἱο῀ν σμῆνος ἢ σφηκιὰν ἡμῖν ἐντίκτουσι.? ὁ δ οὔτ ἄγαν ὀπτοῖσιν οὔτ ἑφθοῖς ἄγαν, οὔτ ἧττον οὔτε μᾶλλον οὔτε διὰ μέσου ἠρτυμένοισι χαίρων ὥστ ἐπαινέσαι, χιόνος δὲ μὴ παρούσης οὐκ ἂν πιὼν, οὐδ ἄρτον ἐξ ἀγορᾶς φαγὼν οὐδὲ ὄψου γευσάμενος ἐν λιτοῖς ἢ κεραμεοῖς σκεύεσιν, οὐδὲ κοιμηθεὶς ἐπὶ στρωμνῆς μὴ οἰδούσης ὥσπερ θαλάττης διὰ βάθους κεκινημένης, ῥάβδοις δὲ καὶ πληγαῖς τοὺς περὶ τράπεζαν ὑπηρέτας ἐπιταχύνων μετὰ δρόμου καὶ βοῆς καὶ ἱδρῶτος, ὥσπερ φλεγμοναῖς καταπλάσματα κομίζοντας, ἀσθενεῖ καὶ φιλαιτίῳ καὶ μεμψιμοίρῳ δουλεύων διαίτῃ, καθάπερ ὑπὸ βηχὸς ἐνδελεχοῦς προσκρουμάτων πολλῶν ἔλαθεν ἑλκώδη καὶ καταρροϊκὴν διάθεσιν περὶ τὸ θυμοειδὲς ἀπεργασάμενος. ἐθιστέον οὖν τὸ σῶμα δι εὐτελείας πρὸς εὐκολίαν αὔταρκες ἑαυτῷ γινόμενον:

ολ γάρ ὀλίγων δεόμενοι πολλῶν οὐκ ἀποτυγχάνουσι. καὶ δεινὸν οὐδὲν ἀρξαμένους ἀπὸ τῆς τροφῆς σιωπῇ χρήσασθαι τοῖς παρατυγχάνουσι, καὶ μὴ πολλὰ χολουμένους καὶ δυσκολαίνοντας ἀτερπέστατον ὄψον ἐμβαλεῖν ἑαυτοῖς καὶ φίλοις τὴν ὀργήν: δόρπου δ οὐκ ἄν πως ἀχαρίστερον ἄλλο γένοιτο, διὰ πρόσκαυσιν ἢ καπνὸν ἢ ἁλῶν ἔνδειαν ἢ ψυχρότερον ἄρτον οἰκετῶν τυπτομένων καὶ λοιδορουμένης γυναικός. Ἀρκεσιλάου δὲ μετὰ ξένων τινῶν ἑστιῶντος τοὺς φίλους παρετέθη τὸ δεῖπνον, ἄρτοι δ οὐκ ἦσαν ἀμελησάντων πρίασθαι τῶν παίδων.

ἐφ ᾧ τίς οὐκ ἂν ἡμῶν διέστησε τοὺς τοίχους κεκραγώς· "τὸ συμποτικὸν εἶναι τὸν σοφόν. τοῦ δὲ Σωκράτους ἐκ παλαίστρας παραλαβόντος τὸν Εὐθύδημον, ἡ Ξανθίππη μετ ὀργῆς ἐπιστᾶσα καὶ λοιδορηθεῖσα τέλος ἀνέτρεψε τὴν τράπεζαν, ὁ δ Εὐθύδημος ἐξαναστὰς ἀπῄει περίλυπος γενόμενος: "οὐ πρῴην ὄρνις τις εἰσπτᾶσα ταὐτὸ τοῦτ ἐποίησεν, ἡμεῖς δ οὐκ ἠγανακτήσαμεν· δεῖ γὰρ σὺν εὐκολίᾳ καὶ γέλωτι καὶ φιλοφροσύνῃ τοὺς φίλους δέχεσθαι, μὴ τὰς ὀφρῦς συνάγοντας μηδὲ φρίκην καὶ τρόμον ἐμβάλλοντας τοῖς ὑπηρετοῦσιν.

ἐθιστέον δὲ καὶ σκεύεσιν εὐκόλως ὁμιλεῖν ἅπασι καὶ μὴ τῷδε μᾶλλον ἢ τῷδε χρῆσθαι: καθάπερ ἔνιοι πολλῶν παρόντων ἓν ἐξελόμενοι κανθάριον, ὡς Μάριον ἱστοροῦσιν, ἢ ῥυτὸν οὐκ ἂν ἑτέρῳ πίοιεν. οὕτω δὲ καὶ πρὸς ληκύθους ἔχουσι καὶ πρὸς στλεγγίδας, ἀγαπῶντες ἐκ πασῶν μίαν εἶθ ὅταν συντριβῇ τι τούτων ἢ ἀπόληται, βαρέως φέρουσι καὶ κολάζουσιν. ἀφεκτέον οὖν τῷ πρὸς ὀργὴν φαύλως ἔχοντι καὶ τῶν σπανίων καὶ περιττῶν, οἱο῀ν ἐκπωμάτων καὶ σφραγίδων καὶ λίθων πολυτελῶν ἐξίστησι γὰρ ἀπολλύμενα μᾶλλον τῶν εὐπορίστων καὶ συνήθων. "πένητα σεαυτόν ἐὰν γὰρ ταύτην ἀπολέσῃς, ἑτέραν οὐ κτήσῃ τοιαύτην.

καὶ μέντοι καὶ συνέπεσε τοῦ πλοίου καταδύντος ἀπολέσθαι τὴν σκηνήν:

ὁ δὲ Νέρων ἀναμνησθεὶς τοῦ Σενέκα μετριώτερον ἤνεγκεν. ἡ δὲ πρὸς τὰ πράγματ εὐκολία καὶ πρὸς οἰκέτας εὔκολον ποιεῖ καὶ πρᾶον εἰδὲπρὸς οἰκέτας, δῆλον ὅτι καὶ πρὸς φίλους καὶ πρὸς ἀρχομένους. ὁρῶμεν δὲ καὶ δούλους νεωνήτους δὲ· περὶ τοῦ πριαμένου πυνθανομένους, οὐκ εἰ δεισιδαίμων οὐδ εἰ φθονερὸς ἀλλ εἰ θυμώδης: καὶ ὅλως σὺν ὁμγῇ μηδὲ σωφροσύνην ἄνδρας γυναικῶν μηδ ἔρωτα γυναῖκας ἀνδρῶν ὑπομένειν δυναμένας μηδὲ συνήθειαν ἀλλήλων φίλους. οὕτως οὕτως γάμος οὔτε φιλία μετ ὀργῆς ἀνεκτόν: ἀλλὰ χωρὶς ὀργῆς καὶ μέθη κοῦφόν ἐστιν.

ὁ γὰρ τοῦ θεοῦ νάρθηξ ἱκανὸς κολαστὴς τοῦ μεθύοντος, ἂν μὴ προσγενόμενος ὁ θυμὸς ὠμηστὴν καὶ μαινόλην ἀντὶ λυαίου καὶ χορείου ποιήσῃ τὸν ἄκρατον. καὶ τὴν μανίαν αὐτὴν καθ αὑτὴν ἡ Ἀντίκυρα θεραπεύει, μιχθεῖσα δ ὀργῇ τραγῳδίας ποιεῖ καὶ μύθους.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION