- 텍스트

Plutarch, De cohibenda ira, section 6

(플루타르코스, De cohibenda ira, section 6)

ἐγὼ γοῦν, εἰ μὲν ὀρθῶς οὐκ οἶδα, ταύτην δὲ τῆς ἰατρείας ἀρχὴν ποιησάμενος, ὥσπερ οἱ Λάκωνες ἐν τοῖς εἵλωσι τὸ μεθύειν οἱό῀ν ἐστι, κατεμάνθανον τὴν ὀργὴν ἐν ἑτέροις.? ᾗ τοῦ νοσοῦντος ἀνομοιότατον αὑτῷ γίνεται τὸ πρόσωπον, οὕτως ὁρῶν ὑπ ὀργῆς ἐξισταμένους μάλιστα καὶ μεταβάλλοντας ὄψιν χρόαν βάδισμα φωνήν, οἱο῀ν εἰκόνα τοῦ πάθους ἀπεματτόμην ἐμαυτῷ, πάνυ δυσχεραίνων εἰ φοβερὸς οὕτως καὶ παρακεκινηκὼς ὁρῶμαί ποτε τοῖς φίλοις καὶ τῇ γυναικὶ καὶ τοῖς θυγατρίοις, οὐ μόνον ἰδεῖν ἄγριος καὶ ἀσυνήθης ἀλλὰ καὶ φωνὴν ἀπηνῆ καὶ τραχεῖαν ἀφιείς, ὥσπερ ἑτέροις τῶν συνήθων ἐνετύγχανον, οὐκ ἦθος οὐ μορφὴν οὐ λόγου χάριν οὐ τὸ πιθανὸν καὶ προσηνὲς ἐν ὁμιλίᾳ δυναμένοις ὑπ ὀργῆς διαφυλάττειν . Γαϊῴ μὲν οὖν Γράκχῳ τῷ ῥήτορι καὶ τὸν τρόπον ὄντι χαλεπῷ καὶ περιπαθέστερον λέγοντι διηρμοσμένον ἦν συρίγγιον, ᾧ τὴν φωνὴν οἱ ἁρμονικοὶ σχέδην ἐπ ἀμφότερα διὰ τῶν τόνων ἄγουσι: καὶ τοῦτ ἔχων οἰκέτης αὐτοῦ λέγοντος ὄπισθεν ἑστὼς ἐνεδίδου τόνον ἐπιεικῆ καὶ πρᾶον, ᾧ τὴν κραυγὴν ἀνεκαλεῖτο καὶ τὸ τραχὺ καὶ τὸ θυμικὸν ἀφῄρει τῆς φωνῆς, ὥσπερ ὁ τῶν βουκόλων κηρόπλαστος ὀτοβεῖ δόναξ ἀχέτας ὑπνοδόταν νόμον, ἐπιθέλγων καὶ καθιστὰς τὴν ὀργὴν τοῦ ῥήτορος.

ἐμοὶ δ εἴ τις ἐμμελὴς καὶ κομψὸς ἀκόλουθος ἦν, οὐκ ἂν ἠχθόμην αὐτοῦ προσφέροντος ἐπὶ ταῖς ὀργαῖς ἔσοπτρον, ὥσπερ ἐνίοις προσφέρουσι λουσαμένοις ἐπ οὐδενὶ χρησίμῳ. τὸ γὰρ αὑτὸν ἰδεῖν παρὰ φύσιν ἔχοντα καὶ συντεταραγμένον οὐ μικρόν ἐστιν εἰς διαβολὴν τοῦ πάθους. καὶ γὰρ τὴν Ἀθηνᾶν λέγουσιν οἱ παίζοντες αὐλοῦσαν ὑπὸ τοῦ σατύρου νουθετεῖσθαι καὶ μὴ προσέχειν οὔ τοι πρέπει τὸ σχῆμα:

τοὺς αὐλοὺς μέθες καὶ θὦπλα λάζευ καὶ γνάθους εὐθημόνει: θεασαμένην δὲ τοῦ προσώπου τὴν ὄψιν ἐν ποταμῷ τινι δυσχερᾶναι, καὶ προέσθαι τοὺς αὐλούς. καίτοι παραμυθίαν ἡ τέχνη τῆς ἀμορφίας ἔχει τὴν ἐμμέλειαν. καὶ ὁ Μαρσύας, ὡς ἐοίκε, φορβειᾷ τινι καὶ περιστομίοις τοῦ πνεύματος τὸ ῥαγδαῖον ἐγκαθεῖρξε καὶ τοῦ προσώπου κατεκόσμησε καὶ ἀπέκρυψε τὴν ἀνωμαλίαν, χρυσῷ δ αἰγλήεντι συνήρμοσεν ἀμφιδασείας κόρσας, καὶ στόμα λάβρον ὀπισθοδέτοισιν ἱμᾶσιν: ἡ δ ὀργὴ φυσῶσα καὶ διατείνουσα τὸ πρόσωπον ἀπρεπῶς, ἔτι μᾶλλον αἰσχρὰν ἀφίησι καὶ ἀτερπῆ φωνὴν κινοῦσα χορδὰς τὰς ἀκινήτους φρενῶν.

τὴν μὲν γὰρ θάλασσαν, ὅταν ἐκταραχθεῖσα τοῖς πνεύμασι τὰ βρύα καὶ τὸ φῦκος ἀναβάλλῃ, καθαίρεσθαι λέγουσιν ἃ δ ὁ θυμὸς ἐκβράσσει τῆς ψυχῆς περιτρεπομένης ἀκόλαστα καὶ πικρὰ καὶ σπερμολόγα ῥήματα, τοὺς λέγοντας πρώτους καταρρυπαίνει καὶ καταπίμπλησιν ἀδοξίας, ὡς ἀεὶ μὲν ἔχοντας ἐν αὑτοῖς ταῦτα καὶ πλήρεις ὄντας, ὑπὸ δὲ τῆς ὀργῆς ἀνακαλυπτομένους. τίνουσιν, ἐχθροὶ καὶ κακολόγοι καὶ κακοήθεις δοκοῦντες εἶναι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION