- 텍스트

Plutarch, De Alexandri magni fortuna aut virtute, chapter 1, section 11

(플루타르코스, De Alexandri magni fortuna aut virtute, chapter 1, section 11)

αἱ δὴ πράξεις αὐτοῦ πότερον αὐτοματισμὸν ἐπιφαίνουσι τύχης καὶ βίαν πολεμικὴν καὶ χειροκρατίαν, ἢ πολλὴν μὲν ἀνδρείαν καὶ δικαιοσύνην πολλὴν δὲ σωφροσύνην καὶ πραότητα μετὰ κόσμου καὶ συνέσεως, νήφοντι καὶ πεπνυμένῳ τῷ λογισμῷ πάντα πράττοντος·? οὐ γὰρ ἔστιν εἰπεῖν διακρίναντά με μὰ τοὺς θεούς, ὅτι τοῦτο μὲν ἀνδρείας, τοῦτο φιλανθρωπίας, τοῦτο δ, ἐγκρατείας ἀλλὰ πᾶν ἔργον ἐκ πασῶν ἐοίκε τῶν ἀρετῶν μεμῖχθαι:

βεβαιοῦντος αὐτοῦ τὸν Στωικὸν ἐκεῖνον λόγον, ὅτι πᾶν, ὃ ἂν δρᾷ ὁ σοφός, κατὰ πᾶσαν ἀρετὴν ἐνεργεῖ, καὶ μία μέν, ὡς ἐοίκεν, ἀρετὴ πρωταγωνιστεῖ πράξεως ἑκάστης, παρακαλεῖ τὰς ἄλλας καὶ συντείνει πρὸς τὸ τέλος.

ἰδεῖν γοῦν ἔστιν ἐν Ἀλεξάνδρῳ τὸ μὲν πολεμικὸν φιλάνθρωπον, τὸ δὲ πρᾶον ἀνδρῶδες τὸ δὲ χαριστικὸν οἰκονομικόν, τὸ δὲ θυμικὸν εὐδιάλλακτον, τὸ δ ἐρωτικὸν σῶφρον, τὸ δ ἀνειμένον οὐκ ἀργόν, τὸ δ ἐπίπονον οὐκ ἀπαραμύθητον. τίς ἔμιξε πολέμοις ἑορτάς·

τίς δὲ κώμοις στρατείας· τίς δὲ πολιορκίαις καὶ παρατάξεσι βακχείας καὶ γάμους καὶ ὑμεναίους· τίς ἀδικοῦσιν ἐχθρότερος ἢ δυστυχοῦσιν ἡμερώτερος·

τίς μαχομένοις βαρύτερος ἢ δεομένοις εὐγνωμονέστερος·

ἔπεισί μοι τὸ τοῦ Πώρου δεῦρο μετενεγκεῖν. "ὦ Ἀλέξανδρε.

"μή τι ἄλλο· "πάντα γὰρ ἔνεστιν ἐν τῷ βασιλικῶς. "φιλοσόφως: ἐν τούτῳ γὰρ ᾇ πάντ ἔνεστι. Ῥωξάνης ἐρασθεὶς τῆς Ὀξυάθρου θυγατρὸς ἐν ταῖς αἰχμαλωτίσι χορευούσης οὐχ ὕβρισεν ἀλλ ἔγημε: φιλοσόφως.

Δαρεῖον ἰδὼν κατηκοντισμένον οὐκ ἔθυσεν οὐδ ἐπαιάνισεν ὡς τοῦ μακροῦ πολέμου τέλος ἔχοντος, ἀλλὰ τὴν χλαμύδα τὴν ἑαυτοῦ περιελὼν ἐπέρριψε τῷ νεκρῷ καθάπερ τινὰ τύχης βασιλικῆς νέμεσιν συγκαλύπτων φιλοσόφως. δέ ποτε τῆς μητρὸς ἀπόρρητον διερχόμενος, Ἡφαιστίωνος ὡς ἔτυχε παρακαθημένου καὶ ἁπλῶς συναναγιγνώσκοντος, οὐκ ἐκώλυσεν, ἀλλὰ τὸν δακτύλιον αὑτοῦ τῷ στόματι προσέθηκεν αὐτοῦ, κατασφραγισάμενος φιλικῇ πίστει τὴν σιωπήν:

φιλοσόφως.

εἰ γὰρ ταῦτ οὐκ ἔστι φιλοσόφως, τίν ἐστὶν ἄλλα·?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION