호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
νόμον κεῖσθαι λογιζόμενος, ὥστ εἰπεῖν Ὅμηρον, ὅτι τῷ αὐτῷ μέτρῳ τὴν μὲν Ἀγαμέμνονος ἀνδραγαθίαν κεκόσμηκε, τὴν δ Ἀλεξάνδρου μεμάντευται.? "τῆς ἐκείνου δέομαι:
φιλοσόφου τοίνυν ἐστὶ ψυχῆς σοφίας ἐρᾶν καὶ σοφοὺς·
ἄνδρας θαυμάζειν μάλιστα:
τοῦτο δ Ἀλεξάνδρῳ προσῆν ὡς οὐδενὶ τῶν βασιλέων.
καὶ πῶς μὲν εἶχε πρὸς Ἀριστοτέλην εἴρηται καὶ ὅτι τὸν μὲν ἁρμονικὸν Ἀνάξαρχον ἐντιμότατον τῶν φίλων ἐνόμιζε, Πύρρωνι δὲ τῷ Ἠλείῳ πρῶτον ἐντυχόντι μυρίους χρυσοῦς ἔδωκε, Ξενοκράτει δὲ τῷ Πλάτωνος συνήθει πεντήκοντα τάλαντα δωρεὰν ἔπεμψεν: Ὀνησίκριτον δὲ τὸν Διογένους τοῦ Κυνὸς μαθητήν, ὅτι ἄρχοντα τῶν κυβερνητῶν κατέστησεν, ὑπὸ πλειόνων ἱστόρηται.
"ἣ ἠσχολούμην ἂν περὶ λόγους, εἰ μὴ δι ἔργων ἐφιλοσόφουν.
οὐ γὰρ προέκρινε τὴν τύχην τῆς σοφίας οὐδὲ τὴν πορφύραν καὶ τὸ διάδημα τῆς πήρας καὶ τοῦ τρίβωνος: "εἰ μὴ τὰ βαρβαρικὰ τοῖς Ἑλληνικοῖς κεράσαι διενοούμην καὶ πᾶσαν ἤπειρον ἐπιὼν ἐξημερῶσαι, καὶ πέρατα γῆς ἀνευρὼν καὶ θαλάττης ὠκεανῷ προσερεῖσαι Μακεδονίαν, καὶ τὴν Ἑλλάδα σπεῖραι καὶ καταχέασθαι γένους παντὸς εὐδικίαν καὶ εἰρήνην, οὐκ ἂν ἐν ἀπράκτῳ τρυφῶν ἐξουσίᾳ καθήμην, ἀλλ ἐζήλουν ἂν τὴν Διογένους εὐτέλειαν.
"νῦν δὲ σύγγνωθι, Διόγενες, Ἡρακλέα μιμοῦμαι καὶ Περσέα ζηλῶ, καὶ τὰ Διονύσου μετιὼν ἴχνη, θεοῦ γενάρχου καὶ προπάτορος, βούλομαι πάλιν ἐν Ἰνδίᾳ νικῶντας Ἕλληνας ἐγχορεῦσαι καὶ τοὺς ὑπὲρ Καύκασον ὀρείους καὶ ἀγρίους τῶν βακχικῶν ἀναμνῆσαι κώμων. "κἀκεῖ τινες εἶναι λέγονται στερρᾶς καὶ γυμνήτιδος σοφίας ἐθάδες ἄνδρες ἱεροὶ καὶ αὐτόνομοι, θεῷ σχολάζοντες, εὐτελέστεροι Διογένους, οὐδὲν πήρας δεόμενοι: "τροφὴν γὰρ οὐκ ἀποτίθενται, πρόσφατον ἀεὶ καὶ νέαν ἀπὸ γῆς ἔχοντες: "ποτὸν δὲ ποταμοὶ ῥέουσι φύλλα δ αὐτοῖς δένδρων ἀποχυθέντα καὶ πόα γῆς ἐγκατακλιθῆναι. "δι ἐμὲ κἀκεῖνοι Διογένη γνώσονται καὶ Διογένης ἐκείνους. "δεῖ κἀμὲ νόμισμα παρακόψαι καὶ παραχαράξαι τὸ βαρβαρικὸν Ἑλληνικῇ πολιτείᾳ," εἰε῀ν:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기