호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐκοῦν πρώτη μὲν ἡ τῆς στρατείας ὑπόθεσις φιλόσοφον τὸν ἄνδρα συνίστησιν, οὐχ ἑαυτῷ τρυφὴν καὶ πολυτέλειαν ἀλλὰ πᾶσιν ἀνθρώποις ὁμόνοιαν καὶ εἰρήνην καὶ κοινωνίαν πρὸς ἀλλήλους παρασκευάσαι διανοηθέντα.? δεύτερον δ αὐτοῦ καὶ τὰς φωνὰς ἴδωμεν, ἐπεὶ καὶ τὰ τῶν ἄλλων ἤθη βασιλέων καὶ δυναστῶν μάλιστα ταῖς φωναῖς αἱ ψυχαὶ προβάλλουσιν. "ὃς ὁρῶν με τὰς ἀλλοτρίας πόλεις τύπτοντα λέγεις περὶ δικαιοσύνης.
Διονύσιος δ ὁ τύραννος ἐκέλευε τοὺς μὲν παῖδας ἀστραγάλοις τοὺς δ ἄνδρας ὁρ´κοις ἐξαπατᾶν.
τοῖς δὲ Σαρδαναπάλου μνημείοις ἐπιγέγραπται ταῦτ ἔχω ὅσς ἔφαγον καὶ ἐφύβρισα. τίς οὐκ ἂν εἴποι τῶν ἀποφθεγμάτων τούτων τῷ μὲν ἀποφαίνεσθαι φιληδονίαν, τῷ δ ἀθεότητα, τῷ δ ἀδικίαν καὶ πλεονεξίαν·
ἂν ἀφέλῃς τὸ διάδημα καὶ τὸν Ἄμμωνα καὶ τὴν εὐγένειαν, Σωκράτους ἢ Πλάτωνος ἢ Πυθαγόρου σοι φανοῦνται.
μὴ γὰρ ἃς οἱ ποιηταὶ ταῖς εἰκόσιν αὐτοῦ καὶ τοῖς ἀνδριᾶσι μεγαληγορίας ἐπεχάραττον, οὐ τῆς μετριότητος ἀλλὰ τῆς δυνάμεως τῆς Ἀλεξάνδρου στοχαζόμενοι, σκοπῶμεν:
αὐδασοῦντι δ ἐοίκεν ὁ χάλκεος εἰς Δία λεύσσων, γᾶν ὑπ ἐμοὶ τίθεμαι: Ζεῦ, σὺ δ Ὄλυμπον ἔχε. ταῦτα μὲν οὖν, ὡς ἔφην, οἱ ποιηταὶ κολακεύοντες αὐτοῦ τὴν τύχην προσεῖπον: τῶν δ ἀληθινῶν ἀποφθεγμάτων Ἀλεξάνδρου πρῶτον ἄν τις τὰ παιδικὰ διέλθοι ποδωκέστατος γὰρ τῶν ἐφ ἡλικίας νέων γενόμενος καὶ τῶν ἑταίρων αὐτὸν ἐπ Ὀλύμπια παρορμώντων, ἠρώτησεν, εἰ βασιλεῖς ἀγωνίζονται:
τῶν δ οὐ φαμένων, ἄδικον εἶπεν εἶναι τὴν ἅμιλλαν, ἐν νικήσει μὲν ἰδιώτας νικηθήσεται δὲ βασιλεύς.
τοῦ δὲ πατρὸς· "καὶ πρόιθι φαιδρῶς, ἵνα τῆς ἀρετῆς κατὰ βῆμα μνημονεύῃς:
. ταῦτ οὐκ ἔστι διανοίας φιλοσόφου καὶ διὰ τὸν ἐπὶ τοῖς καλοῖς ἐνθουσιασμὸν ἤδη τῶν τοῦ σώματος ἐλαττωμάτων κατεξανισταμένης·
ἔθνους μνημονεύοντα καὶ νίκης καὶ πόλεων ἁλισκομένων καὶ βασιλέων παραδιδόντων, οὐκ ἐγκαλυπτόμενον οὐδὲ κατακρύπτοντα τὰς οὐλάς, ἀλλ ὥσπερ εἰκόνας ἐγκεχαραγμένας ἀρετῆς καὶ ἀνδραγαθίας περιφέροντα·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기