- 텍스트

Plutarch, De Alexandri magni fortuna aut virtute, chapter 1, section 4

(플루타르코스, De Alexandri magni fortuna aut virtute, chapter 1, section 4)

ἄβουλος οὖν καὶ προπετὴς Ἀλέξανδρος ἐξ εὐτελῶν οὕτως ἐπὶ τὴν τηλικαύτην δύναμιν ὁρμώμενος·? οὐ μὲν οὖν.

πρὸς τὴν στρατείαν, καὶ πλείονας παρ Ἀριστοτέλους τοῦ καθηγητοῦ ἢ παρὰ Φιλίππου τοῦ πατρὸς ἀφορμὰς ἔχων διέβαινεν ἐπὶ Πέρσας·

ἀλλὰ τοῖς μὲν γράφουσιν, ὡς Ἀλέξανδρος ἔφη ποτὲ τὴν Ἰλιάδα καὶ τὴν Ὀδύσσειαν ἀκολουθεῖν αὐτῷ τῆς στρατείας ἐφόδιον, πιστεύομεν, Ὅμηρον σεμνύνοντες:

δ ἀληθῶς γεγονέναι τὸν ἐκ φιλοσοφίας λόγον καὶ τοὺς περὶ ἀφοβίας καὶ ἀνδρείας ἔτι δὲ σωφροσύνης καὶ μεγαλοψυχίας ὑπομνηματισμούς, καταφρονοῦμεν ὅτι δηλαδὴ περὶ συλλογισμῶν οὐδὲν οὐδὲ περὶ ἀξιωμάτων ἔγραψεν, οὐδ ἐν Λυκείῳ περίπατον συνέσχεν οὐδ ἐν Ἀκαδημείᾳ θέσεις εἶπεν:

τούτοις γὰρ ὁρίζουσι φιλοσοφίαν οἱ λόγον αὐτὴν οὐκ ἔργον νομίζοντες.

καίτοι γ οὐδὲ Πυθαγόρας ἔγραψεν οὐδὲν οὐδὲ Σωκράτης οὐδ Ἀρκεσίλαος οὐδὲ Καρνεάδης, οἱ δοκιμώτατοι τῶν φιλοσόφων: βασιλεῖς βαρβάρους ἡμεροῦντες οὐδὲ πόλεις Ἑλληνίδας ἐγκτίζοντες ἀγρίοις ἔθνεσιν οὐδ ἄθεσμα καὶ ἀνήκοα φῦλα νόμους διδάσκοντες καὶ εἰρήνην ἐπῄεσαν, ἀλλὰ καὶ σχολάζοντες τὸ γράφειν παρίεσαν τοῖς σοφισταῖς.

πόθεν οὖν ἐπιστεύθησαν ἐκεῖνοι φιλοσοφεῖν· ἀφ ὧν εἶπον ἢ ἀφ ὧν ἐβίωσαν ἢ ἀφ ὧν ἐδίδαξαν.

ἀπὸ τούτων κρινέσθω καὶ Ἀλέξανδρος ὀφθήσεται γὰρ οἷς εἶπεν οἷς ἔπραξεν οἷς ἐπαίδευσε φιλόσοφος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION