- 텍스트

Plutarch, De Alexandri magni fortuna aut virtute, chapter 1, section 2

(플루타르코스, De Alexandri magni fortuna aut virtute, chapter 1, section 2)

"μή μου διάβαλλε τὴν ἀρετὴν μηδ ἀφαιροῦ περισπῶσα τὴν δόξαν.? "Δαρεῖος ἦν σὸν ἔργον, ὃν ἐκ δούλου καὶ ἀστάνδου βασιλέως κύριον Περσῶν ἐποίησας: "καὶ Σαρδανάπαλος, ᾧ τὸ διάδημα τῆς βασιλείας πορφύραν ξαίνοντι περιέθηκας. "ἐγὼ δ εἰς Σοῦσα νικῶν δι Ἀρβήλων ἀναβέβηκα, καὶ Κιλικία μοι πλατεῖαν ἀνέῳξεν Αἴγυπτον, Κιλικίαν δὲ Γράνικος, ὃν Μιθριδάτῃ καὶ Σπιθριδάτῃ νεκροῖς ἐπιβὰς διεπέρασα. "κόσμει σεαυτὴν καὶ σεμνύνου βασιλεῦσιν ἀτρώτοις καὶ ἀναιμάκτοις: "ἐκεῖνοι γὰρ εὐτυχεῖς ἦσαν, Ὦχοι καὶ Ἀρτοξέρξαι, οὓς εὐθὺς ἐκ γενετῆς τῷ Κύρου θρόνῳ ἐνίδρυσας. "τοὐμὸν δὲ σῶμα πολλὰ σύμβολα φέρει Τύχης ἀνταγωνιζομένης οὐ συμμαχούσης. "πρῶτον ἐν Ἰλλυριοῖς λίθῳ τὴν κεφαλὴν ὑπέρῳ δὲ τὸν τράχηλον ἠλοήθην: "ἔπειτα περὶ Γράνικον τὴν κεφαλὴν βαρβαρικῇ μαχαίρᾳ διεκόπην, ἐν δ Ἰσσῷ ξίφει τὸν μηρόν: "πρὸς δὲ Γάξῃ τὸ μὲν σφυρὸν ἐτοξεύθην, τὸν δ ὦμον ἐκπεσὼν βαρὺς ἐξ ἕδρας περιεδίνησα: "πρὸς δὲ Μαρακανδάνοις τοξεύμασι τὸ τῆς κνήμης ὀστέον διεσχίσθην: "τὰ λοιπὰ δ Ἰνδῶν πληγαὶ καὶ βίαι θυμῶν: "ἐν Ἀσπασίοις ἐτοξεύθην τὸν ὦμον, ἐν δὲ Γανδρίδαις τὸ σκέλος: "ἐν δὲ Μαλλοῖς βέλει μὲν ἀπὸ τόξου τὸ στέρνον ἐνερεισθέντι καὶ καταδύσαντι τὸν σίδηρον, ὑπέρου δὲ πληγῇ παρὰ τὸν τράχηλον, ὅτε προστεθεῖσαι τοῖς τείχεσιν αἱ κλίμακες ἐκλάσθησαν ἐμὲ δ ἡ Τύχη μόνον συνεῖρξεν οὐδὲ λαμπροῖς ἀνταγωνισταῖς , ἀλλὰ βαρβάροις ἀσήμοις χαριζομένη τηλικοῦτον ἔργον: "εἰ δὲ μὴ Πτολεμαῖος ὑπερέσχε τὴν πέλτην, Λιμναῖος δὲ πρὸ ἐμοῦ μυρίοις ἀπαντήσας βέλεσιν ἔπεσεν, ἤρειψαν δὲ θυμῷ καὶ βίᾳ Μακεδόνες τὸ τεῖχος, ἔδει τάφον Ἀλεξάνδρου τὴν βάρβαρον ἐκείνην καὶ ἀνώνυμον κώμην γενέσθαι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION