호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
δεύτερον τοίνυν, ἐπεὶ καθάπερ ἁρμονικοὶ λύρας, ὁ μὲν ἐκλελυμένην καὶ τρυφῶσαν ἐπέτεινε τὴν Σπάρτην, ὁ δὲ τῆς Ῥώμης τὸ σφοδρὸν ἀνῆκε καὶ σύντονον, ἡ μὲν χαλεπότης τοῦ ἔργου τῷ Λυκούργῳ πρόσεστιν.? οὐ γὰρ θώρακας ἐκδῦναι καὶ ξίφη τοὺς πολίτας καταθέσθαι ἔπειθεν, ἀλλὰ χρυσὸν καὶ ἄργυρον ἀφεῖναι καὶ στρωμνὰς ἐκβαλεῖν πολυτελεῖς καὶ τραπέζας, οὐδὲ παυσαμένους πολέμων ἑορτάζειν καὶ θύειν, ἀλλὰ δεῖπνα καὶ πότους ἐάσαντας ἐν τοῖς ὅπλοις καὶ ταῖς παλαίστραις διαπονεῖσθαι καὶ ἀσκεῖν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기