호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλ ἐπεὶ τὸν Νομᾶ καὶ Λυκούργου διεληλύθαμεν βίον, ἐκκειμένων ἀμφοῖν, εἰ καὶ χαλεπὸν ἔργον, οὐκ ἀποκνητέον συναγαγεῖν τὰς διαφοράς, αἱ μὲν γὰρ κοινότητες ἐπιφαίνονται ταῖς πράξεσιν, οἱο῀ν ἡ σωφροσύνη τῶν ἀνδρῶν, ἡ εὐσέβεια, τὸ πολιτικόν, τὸ παιδευτικόν, τὸ μίαν ἀρχὴν παρὰ τῶν θεῶν ἀμφοτέρους λαβεῖν τῆς νομοθεσίας:? τῶν δὲ ἰδίᾳ ἑκατέρου καλῶν πρῶτόν ἐστι Νομᾷ μὲν ἡ παράληψις τῆς βασιλείας, Λυκούργῳ δὲ ἡ παράδοσις.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기