- 텍스트

Plutarch, Comparison of Lucullus and Cimon, chapter 3

(플루타르코스, Comparison of Lucullus and Cimon, chapter 3)

καὶ τὰ μὲν βόρεια μέχρι Φάσιδος, τὰ δ ἑῷα μέχρι Μηδίας, τὰ δὲ πρὸς νότον καὶ τήν ἐρυθρὰν θάλασσαν οἰκειωσάμενος διὰ τῶν Ἀραβικῶν βασιλέων, συντρίψας δὲ τὰς δυνάμεις τῶν βασιλέων, ἀπολειφθεὶς δὲ μόνου τοῦ τὰ σώματα λαβεῖν, ὥσπερ θηρίων εἰς ἐρημίας καὶ ὕλας ἀστιβεῖς καὶ ἀβάτους ἀποδιδρασκόντων.? τεκμήριον δὲ μέγα:

Πέρσαι μὲν γὰρ ὡς οὐδὲν μέγα πεπονθότες ὑπὸ Κίμωνος εὐθὺς ἀντετάττοντο τοῖς Ἕλλησι, καὶ τήν γε πολλὴν δύναμιν αὐτῶν ἐν Αἰγύπτῳ κρατήσαντες διέφθειραν, Τιγράνου δὲ καὶ Μιθριδάτου μετὰ Λούκουλλον οὐδὲν ἄλλο ἔργον ἐγένετο, ἀλλ ὁ μὲν ἀσθενὴς ἤδη καὶ συγκεκομμένος ὑπὸ τῶν πρώτων ἀγώνων οὐδ ἅπαξ ἐτόλμησε δεῖξαι Πομπηϊῴ τήν δύναμιν ἔξω τοῦ χάρακος, ἀλλὰ φυγὼν εἰς Βόσπορον κατέβη κἀκεῖ κατέστρεψε, Τιγράνης δ αὐτὸς ἑαυτὸν γυμνὸν καὶ ἄνοπλον φέρων ὑπέρριψε Πομπηϊῴ, καὶ τὸ διάδημα τῆς κεφαλῆς ἀφελόμενος ἔθηκε πρὸ τῶν ποδῶν, οὐ τοῖς ἑαυτοῦ κολακεύων Πομπήϊον, ἀλλὰ τοῖς ὑπὸ Λουκούλλου τεθριαμβευμένοις. ἠγάπησε γοῦν ἀπολαμβάνων τὰ σύμβολα τῆς βασιλείας ὡς ἀφῃρημένος πρότερον.

μείζων οὖν στρατηγὸς, ὥσπερ ἀθλητὴς, ὁ τῷ μεθ ἑαυτὸν ἀσθενέστερον παραδοὺς τόν ἀντίπαλον. ἔτι τοίνυν Κίμων μὲν συντετριμμένην τήν βασιλέως δύναμιν καὶ τὸ Περσῶν φρόνημα συνεσταλμένον ἥτταις μεγάλαις καὶ ἀπαύστοις φυγαῖς ὑπὸ Θεμιστοκλέους καὶ Παυσανίου καὶ Λεωτυχίδου καταλαβὼν ἐπενέβη καὶ ὑποπεπτωκότων καὶ προηττημένων ταῖς ψυχαῖς τὰ σώματα ῥᾳδίως ἐνίκησε, Λουκούλλῳ δὲ Τιγράνης ἀήττητος ἐκ πολλῶν ἀγώνων καὶ μέγα φρονῶν συνέπεσε.

πλήθει δ οὐδ ἄξιον παραβαλεῖν τοῖς ἐπὶ Λούκουλλον συνελθοῦσι τοὺς ὑπὸ Κίμωνος κρατηθέντας.

ὥστε πάντῃ μεταλαμβάνοντι δυσδιαίτητον εἶναι τήν κρίσιν, ἐπεὶ καὶ τὸ δαιμόνιον ἀμφοτέροις ἐοίκεν εὐμενὲς γενέσθαι, τῷ μὲν ἃ χρὴ κατορθοῦν, τῷ δ ἃ φυλάττεσθαι χρὴ προμηνῦον, ὥστε καὶ τὴν παρὰ τῶν θεῶν ψῆφον αὐτοῖς ὑπάρχειν ὡς ἀγαθοῖς καὶ θείοις τήν φύσιν ἀμφοτέροις.?

상위

Plutarch (플루타르코스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION